Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.508
Not analysed yet
ἐπιπηδῆσαι θυμὸν, ἀνακόπτει παραχρῆμα τὴν ὑπόνοιαν τῶν ἐξ ἐλαφρίας ἔσθ' ὅτε πρὸς τοῦτο μωρίας καθικέσθαι προσδοκωμένων· καὶ συνάπτει τὴν ἀπολογίαν, ἵνα φαίνηται δίκαιος κριτὴς ὁ τῶν ὅλων δημιουργός. «Πλανῶνται» γὰρ, φησὶν, «ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη.» Καὶ τί δὴ τοῦτο ἐστὶ, ἐξ αὐτῶν μαθήσεις τῶν τοῦ Θεοῦ ῥημάτων. Ἔφη γάρ που πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν· Ἴδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ. Καταλαμβάνοντες γὰρ τὰ ὑψηλὰ τῶν ὀρῶν, βουνούς τε καὶ τεμένη κατεσκεύαζον. Εἶτα τὸ δοκοῦν διαπλάσαντες εἴδωλον, προσεκόμιζον θυσίας αὐτῷ, καὶ τῆς εἰς Θεὸν εὐσεβείας εἰς ἅπαν ἠφειδηκότες, τῷ ξύλῳ εἶπαν, ὅτι Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με. Ἆρ' οὖν ὀλίγοι τοῦτο πεπόνθασιν; Οὐδαμῶς, φησί· παγγενεὶ γὰρ καὶ πανοικὶ πεπλάνηνται μικροὶ καὶ μεγάλοι. Καὶ γοῦν ἔφη πάλιν πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ· καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χλυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἐποίησαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.» Ὁσίᾳ δὴ οὖν τετιμώρηνται ψήφῳ. Ἀναθέντες γὰρ τῇ κτίσει τὸ σέβας καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεύσαντες, αὐτοὶ ταῖς οἰκείαις ἐπήντλησαν κεφαλαῖς τὰ ἐκ θείας ὀργῆς. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον· καὶ ποιναῖς ὑποφέρει Θεὸς τὸν ἀτιμάζοντα τὴν δόξαν αὐτοῦ, πεπλανημένῃ τε γνώμῃ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπονενευκότα. Οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἄνθρωποι ἐφ' ἵπποις, καὶ συναγωγὴ παρατάξεως. Καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου, καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως, καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαβίδ. Εἰς ὕψος αἴρει τὰ διηγήματα, καὶ τοῦ πολέμου τὴν ἔφοδον μονονουχὶ ζωγραφεῖ, καὶ καταπτοεῖ τοῖς δείμασι τοὺς ἀκροωμένους, συνελαύνων εὐτεχνῶς ἐπί γε τὸ χρῆναι ἑλέσθαι μετανοεῖν· οὐκοῦν ὡς ἤδη τὰ στίφη παρόντα καταθεώμενος, εἴσω τε πυλῶν γεγονότα τὰ τοιάδε φησίν. Ἐλαμῖται δὲ ὡς ἀπὸ πόλεως Περσικῆς, οἳ ἐξ αὐτῆς ὀνομάζονται. Φασὶ δέ τινες ἱππότας αὑτοὺς εἶναι Σαρακηνοὺς, ἱπποτοξόται δὲ οὗτοι καὶ τῶν ἄγαν εὐστοχωτάτων, σκληροί τε καὶ ἀκαμπεῖς, καὶ τὸ ἐλεεῖν οὐκ εἰδότες. Ὅτι δὲ καὶ ἀριθμοῦ κρείττονες διδάσκει λέγων· Αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, καὶ ὅτι ἐμφράξουσιν οἱ ἱππεῖς τὰς πύλας σου, ὡς στενοχωρεῖσθαι λίαν τοὺς ἐλαύνειν ἐθέλοντας· εἰσπηδήσαντες δὲ πᾶσαν οἰκίαν περιεργά-