Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.516
Not analysed yet
Τί ἄρ' ἔσται; καὶ τί τὸ ἐπηρτημένον; ἢ ποίοις ἄρα, φησὶν, ὁμιλήσεις κακοῖς; Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα. Ἀπῴχοντο γὰρ, ὡς ἔφην, αἰχμάλωτοι μετὰ τῶν ἀγελαίων οἱ δυνατώτατοι, καὶ ἐκκεκριμένην ἔχοντες τὴν κατὰ τῶν ἄλλων ὑπεροχήν. Ἐπειδὴ δὲ ἀπεκομίσθη καὶ αὐτὸς εἰς αἰχμαλωσίαν, ἀφῄρηται μὲν ὁ τῆς ἀρχιερωσύνης αὐτοῦ στέφανος, ἔῤῥιπται δὲ ὡς σκεῦος ἄχρηστον εἰς γῆν ἀμέτρητον, ἐκεῖ τεθνηξόμενος ἐλέου δίχα παντὸς, οὐκέτι λαμπροῖς ὀχήμασι καθὰ καὶ πρώην ἐμβεβηκὼς, σεσαλευμένος δὲ μᾶλλον καὶ ἐξωσθεὶς εἰς ἅπαν τῆς ἐγχειρισθείσης οἰκονομίας αὐτῷ καὶ τῆς στάσεως, τοῦτ' ἔστι, τοῦ παρεστάναι καὶ λειτουργεῖν τῷ Θεῷ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ τοῖς ἐνοικοῦσιν Ἰούδα, καὶ δώσω τὴν δόξαν Δαβὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, καὶ ἔσται πεποιθὼς ἐπ' αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Οὔπω τῆς ἱστορίας ἀποφοιτᾷ τὸ διήγημα, φέρεται γὰρ ἔτι κατὰ Σομνᾶ τοῦ ταμίου, λαχόντος μὲν τῆς ἱερωσύνης τὴν δόξαν, κατακεχρημένου δὲ οὕτως αὐτῇ καὶ κατὰ παντὸς ἰόντος τοῦ κατεζευγμένου, ὡς καὶ ἀφορήτως πλεονεκτεῖν καὶ ἅπαξ ἁπλῶς οὐδὲν ἔχειν τῶν ἐκτόπων ἀνεπιτήδευτον. Ἀποῤῥιφέντος δὴ οὗν αὐτοῦ, τοῦτ' ἔστιν, ἀποκομισθέντος εἰς χώραν μακρὰν καὶ ἀμέτρητον, Καλέσω, φησὶ, κατ' ἐκεῖνο τοῦ καιροῦ τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου. Παῖδα δὲ αὐτὸν ἴδιον ἀποκαλῶν μεμαρτύρηκε τὸ εὐήνιον· ὅτι δὲ χαριεῖται τῆς ἱερωσύνης τὴν δόξαν αὐτῷ καθίστησιν ἐναργές· στεφανώσειν αὐτὸν ὑπισχνούμενος καὶ λέγων, ὅτι καὶ στολὴν αὐτῷ δώσει, καὶ τὴν οἰκονομίαν καὶ τὸ κράτος, τοῦτ' ἔστι, τὸ δύνασθαι κρατεῖν τῶν ὑπὸ χεῖρα λαῶν. Μεμαρτύρηκε δὲ πρὸς τούτοις, ὅτι καὶ ἔσται χρηστὸς, οὐ κατά γε τὸν Σομνὰν ὑπερόφρυς, ἀλλ' οἷα πατὴρ, ἢ πιστὸς καὶ ἀγαθός. Ἔσται δὲ διὰ τοῦτο καὶ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, τοῦτ' ἔστι, βεβαίως αὐτῷ σωζομένῳ καὶ μένοντι, ὡς ἑλέσθαι καὶ πάντα ἔνδοξον καὶ ἐπιφανῆ μονονουχὶ καὶ ἐπ' αὐτῷ ποιεῖσθαι τὴν ἐλπίδα, οὐχ ὡς εἰς Θεὸν, πολλοῦ γε καὶ δεῖ, ἀλλ' ὡς εἰς πατέρα χρηστόν. Προστήσεται γὰρ καὶ ὑπερασπίσει μικροῦ καὶ μεγάλου, φησίν. Ἀγαπηθήσεται δὲ οὕτως, ὡς καὶ ἐκκρεμᾶσθαι δοκεῖν αὐτοῦ τοὺς ὑπὸ χεῖρα λαούς. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, ὁ τῆς ἱστορίας ἡμῖν εἰσκομίζει λόγος. Ἔοικε δὲ πάλιν διὰ τῆς ἐσωτάτω θεωρίας ἡμῖν τὸ Χριστοῦ μυστήριον ὑπαινίττεσθαι. Τῇ μὲν γὰρ κατὰ νόμους ἱερωσύνῃ κατεστεμμένοι οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι γεγόνασι μὲν οὐκ εὐήνιοι, σκληροί τε καὶ ἀλαζόνες, καὶ ἐρασιχρήματοι, καὶ βαλαντίων