Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.513
Not analysed yet
στρέψατε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτείρμων ἐστὶν, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Τίς οἶδεν εἰ ἐπιστρέφει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ἡμῶν; Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξατε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μασθοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπίδος καὶ τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες Κυρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Θεοῦ τοιγαροῦν κατ' ἐκεῖνο καιροῦ κλαυθμὸν καλοῦντος καὶ κοπετὸν, καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, εὐφροσύνας ἐποιοῦντο, καταθήγοντες ἐφ' ἑαυτοῖς καὶ ἔτι μειζόνως εἰς ἀκάθεκτον ὀργὴν τὸν ἀπολέσαι τε καὶ διασῶσαι δυνάμενον. Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸν παστοφόριον πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἷπον αὐτῷ· Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σαυτῷ ἐν πέτρᾳ σκηνήν; Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα, καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου. Σομνὰς ἐγένετο ταμίας χρημάτων, καὶ ποίων οὔπω σαφὲς, πότερόν ποτε τῶν ἱερῶν, καὶ ἐκνεμηθέντων τῷ ναῷ, ἤγουν τῶν βασιλικῶν, ἔοικε δὲ μᾶλλον τῇ τῶν ἱερῶν χρημάτων ἐπικεῖσθαι συγκομιδῇ, καὶ τοῖς ἀναγκαίως καὶ χρειωδῶς δαπανωμένοις ἔσθ' ὅτε πρὸς ἐπανόρθωσιν σκευῶν ἱερῶν. Φασὶ δὲ αὐτὸν καὶ ἐξ αἵματος ὄντα τοῦ Λευὶ τοῖς τῆς ἀρχιερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπῆ. Μεγαλόφρων δέ τις καὶ ὑπέροφρυς ἄγαν ἦν, καὶ τοῖς λυποῦσι δυσάντητος, καὶ πλεονεξίαις ἐπιπηδῶν, καὶ λημμάτων αἰσχρῶν ἡττώμενος, καὶ φιλοκομπίας ἐραστὴς, καὶ τὰς ἐξ ἀνθρώπων τιμὰς ἀεὶ θηρώμενος. Ταύτῃτοι καὶ μάλα εἰκότως Θεῷ κατεστυγμένος, μελλούσης τοίνυν ὅσον οὐδέπω καταδῃοῦσθαι τῆς Ἰουδαίας, ἁλῶναι δὲ καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ, ὅτε καὶ νενικηκότες οἱ Βαβυλώνιοι μετεκόμισαν εἰς τὴν ἑαυτῶν αἰχμάλωτον τὸν Ἰσραὴλ, μνημεῖον ἑαυτῷ περιφανὲς ὁ Σομνὰς εἰργάζετο, καὶ πολυτελεστάτην αὐτῷ τὴν κατασκευὴν ἐνετίθει. Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτὸν ἐγένετο λόγος. Τί γὰρ τῷ προφήτῃ φησί; Πορεύου εἰς τὸ παστοφόριον, χῶρος οὗτος ἐν τῷ ναῷ, πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἶπον αὐτῷ· Τί σὺ ὧδε; καὶ τί σοί ἐστιν ὧδε; Τοῦτ' ἔστι, ποῖον ἐνταῦθα κλῆρον ἔχεις; ἢ πῶς ὧδε μένεις; Διὰ τί γὰρ λελατόμηκας σεαυτῷ μνημεῖον καὶ ἔγραψας ἐν πέτρᾳ σκηνήν;