Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.520
Not analysed yet
ρίαν ἡμῶν Θεὸς ὢν ὁ Λόγος, ὁ καὶ πάλαι λέγων· Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στενάγμου τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος), τότε, φησὶν, ἔσται ἐπ' αὐτῷ πεποιθὼς πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Οἶκος δὲ τοῦ Πατρὸς τοῦ Χριστοῦ τίς ἂν ἕτερος εἴη παρὰ τὴν Ἐκκλησίαν; Ἀλλ' εἴ τίς ἐστιν ἔνδοξος ἐν αὐτῇ, οὗτος ἔσται πεποιθὼς ἐπὶ Χριστῷ, καὶ οὐχὶ δὴ μόνος ἔνδοξος, ἀλλὰ γὰρ καὶ εἴ τις εἴη βραχὺς κατά γε τὸν κόσμον φημί. Δίκαιος γὰρ καὶ ἀπροσωπόληπτος ὁ τῶν ὅλων Θεὸς, κατὰ τὸ μέτρον δὲ μᾶλλον τῆς πνευματικῆς ἡλικίας, οἱ μὲν γάρ εἰσι πατέρες, οἱ δὲ καὶ ἔτι τέκνα, νεανίαι τε καὶ ἔφηβοι νοητῶς. Τάδε λέγει Κύριος Σαβαώθ· Κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται, καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ' αὐτὸν, ὅτι Κύριος ἐλάλησεν. Μετὰ τὴν οὕτω μακρὰν ἀφήγησιν, σύντομος καὶ βραχὺς εἰσκεκόμισται λόγος τῶν θείων κριμάτων ἐμφανίζων τὴν ἀποτομίαν, καὶ οἱονεὶ βασιλέως μετὰ τῆς πρεπούσης ἐξουσίας ὁρίζοντος γίγνεσθαι. Βλέπει δὲ πάλιν ἡ τῆς ἀποφάσεως δύναμις, εἰ μὲν βούλοιτό τις, εἰς Σομνὰν τὸν ταμίαν· εἰ δὲ δὴ καὶ πλατύτερον ἐπὶ τῶν κατὰ νόμον ἱερουργούντων, οὕτω συνήσει, καθὰ καὶ ἀποδεδώκαμεν ἀρτίως. Οἱ γὰρ δοκοῦντες ἐν βεβαιώσει κεῖσθαι τῆς εὐημερίας, τοῦτο γάρ ἐστι τὸ ἐστηρίχθαι. δοκεῖν ἐν τόπῳ πιστῷ, πεπτώκασί τε καὶ τῆς ἐνούσης αὐτοῖς ἀφῄρηνται δόξης, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἀνορθοῦν ἰσχύοντος τοὺς ἤδη κατηρεγμένους, ὅτι Κύριος ἐλάλησεν. «Ἐὰν γὰρ κλείσῃ κατ' ἀνθρώπου, τίς ἀνοίξει;» φησίν. ΤΟ ΟΡΑΜΑ ΤΥΡΟΥ. Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται, ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος. Φέρε δὴ πάλιν διατρανοῦν ὡς ἔνι σπουδάζοντες καὶ τὰ ἐπί γε τῇ Τύρῳ παρὰ Θεοῦ κεχρησμῳδημένα τὴν ἱστορίαν προαφηγησόμεθα, καὶ τίνα τρόπον ἥλω τε καὶ ἀπόλωλε καὶ αἰχμάλωτος ἦκται, κατὰ τὸ γεγραμμένον, σαφὲς καταστήσωμεν. Ὅτε τοίνυν οἱ Βαβυλώνιοι τὴν Ἰουδαίαν καταδῃώσαντες, κατεμπρήσαντες δὲ καὶ αὐτὴν τὴν ἁγίαν πόλιν, ἀπεκόμιζον αἰχμάλωτον τὸν Ἰσραὴλ, τὰ κύκλῳ καὶ περίοικα τῶν ἀλλοφύλων ἔθνη, θρασὺν καὶ ἀπύλωτον ἀνοιγοῦντα στόμα, τὴν τοῦ Θεοῦ δόξαν κατακερτομεῖν ἐπεχείρουν. Ἔφασκον γὰρ μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς, ἡττῆσθαι δὲ μᾶλλον καὶ αὐτὸν τὸν ἐπικουροῦντα Θεὸν τῆς τῶν Ἀσσυρίων χειρὸς, μᾶλλον καὶ τοὺς παρὰ σφίσι θεοὺς ᾤοντο μὲν εἶναι καὶ ἀλκιμωτέρους τοῦ τῶν Ἑβραίων Θεοῦ, προεστάναι δὲ καὶ ἀνατειχίζειν αὐτοὺς, ἔξω τε πάσης ἐφόδου τηρεῖν, καὶ ἀμείνους ἀποφαίνειν τῶν Βαβυλωνίων. Καὶ καθ' ἕτερον δὲ τρόπον συγκατεληΐζοντο καὶ αὐτοὶ τὸ τῶν Ἰουδαίων ἔθνος, τοῦτο μὲν πεπονηκόσιν ἐπιθέμενοι, καὶ ἁρπάζοντες τοὺς ὑπολελειμένους· τοῦτο δὲ καὶ ἀνατιθέντες τοῖς ψευδωνύμοις θεοῖς σκεύη τε ἱερὰ, καὶ τῆς κατὰ νόμον λατρείας ὡς ἐξ ἀνάγκης ἐκπέμποντες τοὺς ὑπὸ ζυγὰ γεγονότας τῆς ὑπ' αὐτοῖς δου-