Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.521.1
Not analysed yet
λείας. Καὶ γοῦν ἔφασκε Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; Ὀξέως δὲ καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύριόν μου, καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοτε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.» Ἥλω τοίνυν καὶ ἡ Τύρος ἐξ ὀργῆς Θεοῦ, κατὰ τοιόνδε τινὰ τρόπον· ἦν μὲν γὰρ νῆσος ἔτι πορθμείου διὰ μέσου κεχωρηκότος, καὶ οὐ μακροῖς διαστήμασι τῆς ἠπείρου διείργοντος. Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, ζητεῖ τε αὐτὴν ὁμοῦ ταῖς ἄλλαις ἑλεῖν, ἐκέλευσέ τε ταῖς ὑπὸ χεῖρα στρατιαῖς τὴν μεταξὺ καταχωννύντας θάλασσαν, τῇ τε ἠπείρῳ συνάπτειν αὐτὴν, καὶ νῆσον οὐκέτι μένειν ἐᾷν. Οὗ δὴ γεγονότος ἢ καὶ ἔσεσθαι προσδοκηθέντος οὐκ εἰς μακρὰν, οἱ πλεῖστοι τῶν ἐν τῇ Τύρῳ, ἅτε δὴ καὶ ἐμπορίαν ἔχοντες τὸ ἐπιτήδευμα, καὶ ναυσιπορεῖν εἰωθότες ἀπενήχοντο τῆς νήσου παισί τε ὁμοῦ καὶ γυναίοις, καὶ εἰς ἑτέρας ἀπῴχοντο πόλεις τε καὶ κώμας. Εἰσελάσαντες τοίνυν οἱ Βαβυλώνιοι τοὺς ἐναπομείναντας ἀπεκτόνασιν, εἷλόν τε πολλοὺς, καὶ τὰ τοῖς νενικηκόσι συνήθη δεδράκασι, πλὴν οὐ μετρίως λελύπηνται μεμαθηκότες ὅτι πλεῖστοί τε ὅσοι, καὶ τῶν ἄγαν ἐπιφανεστέρων ἐν αὐτῇ ναυσὶν ἐνθέντες τὰ ὄντα πεφεύγασι. Μέμνηται δὲ τῆς ἱστορίας, καὶ τῆς Ἐζεκιὴλ προφητείας ὁ λόγος. Ἔφη γὰρ οὕτω πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· «Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρον. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου.» Μετὰ γάρ τοι τὴν Τυρίων ἅλωσιν ἐπὶ τὸ τῶν Αἰγυπτίων ἔθνος μετετίθει τὴν μάχην ὁ Βαβυλώνιος. Ταυτησὶ τῆς ἱστορίας διαμέμνηται νῦν ὁ μακάριος προφήτης Ἡσαΐας, καὶ ὀλολύζειν κελεύει τὰ τῆς Καρχηδόνος πλοῖα. Ὀλολύζειν δὲ δῆλον ὅτι τὴν Τύρον ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων. Φασὶ δὲ τὰς Κιτιεῖς οἱ μὲν νήσους Ἑλλαδικὰς, ἤτοι Μακεδονικάς· οἱ δὲ σημαίνεσθαι διὰ τούτου διαβεβαιοῦνται τὴν Κύπρον, ὡς ἐκ μιᾶς τῶν ἐν αὐτῇ πόλεων, οὕτως ὠνομασμένης. Ὀλολύζετε δὲ, φησὶ, διὰ ποίαν αἰτίαν; ἦκται γὰρ αἰχμάλωτος. Ἀλλ' ἴσως ἐρεῖ τις, Ἐποιμώζειν κελεύει τῇ Τύρῳ τὴν Καρχηδόνα, ἤτοι τὰς ἐκεῖθεν ναῦς; Διὰ ποίαν αἰτίαν; ἄποικοι γὰρ Τυρίων γεγόνασι Καρχηδόνιοι. Ἐφρόνουν τε μεγάλως ἔχοντες μητέρα τὴν Τύρον, ἐπισημοτάτην τε ὁμοῦ καὶ ἀλκιμωτάτην ἐν νήσοις, ταῖς κατά γε φημὶ τὴν ἑῴαν. Φασὶ δὲ καὶ τοὺς ἐκ γῆς Κιτιέων μεγαλοφρονεῖν ἐπ' αὐτῇ, καὶ τοῖς τῶν ἐμποριῶν κέρδεσιν ἐντρυφᾷν. Ὀλολύζετε τοίνυν, φησὶν, οἱ τῆς Καρχηδόνος ἔμποροι, ἤτοι τὰ πλοῖα, ἀπόλωλε γάρ. Ὀλολυζέτω δὲ καὶ ἡ Τύρος, οὐ γὰρ ἔτι ἔρχονται ἐκ τῆς Κιτιέων. Ἦκται γὰρ αἰχμάλωτος.