Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.524
Not analysed yet
Τίνι ὅμοιοι γεγόνασιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ, μετάβολοι Φοινίκης, διαπερῶντες τὴν θάλασσαν ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων, ὡς ἀμητοῦ εἰσφερομένου, οἱ μετάβολοι τῶν ἐθνῶν. Ποίοις ἄρα, φησὶ, τῶν ἐθνῶν παρεικάσωμεν τοὺς ταύτην κατοικοῦντας τὴν νῆσον; τίνες τοιαῦτα πεπόνθασι, ἢ καὶ οὕτως πεπόρθηνται, καθὰ καὶ οἱ μετάβολοι τῆς Φοινίκης; Ἐμπορία γὰρ Τύροις τὸ ἐπιτήδευμα, καὶ τὸ διαπλεῖν τὴν θάλασσαν ἐν σπουδῇ, κερδῶν ἕνεκα καὶ λημμάτων. Προστιθεὶς δὲ ὅτι σπέρμα μεταβόλων, ἔδειξεν ὅτι καὶ πατρῷον αὐτοῖς τὸ δυσγενὲς, καὶ ἐκ ῥίζης ἀνέφυσαν πονηρᾶς, καὶ φιλοκερδίας ἥττονες ἄνωθεν αὐτοῖς καὶ πρόγονοι. Οἱ δὲ καὶ ἀριθμοῦ κρείττονες, ὅσοι τὴν οὕτως αἰσχρὰν παρ' αὐτοῖς ἐπιτηδεύοντες ζωὴν, διδάσκει λέγων· Ὡς ἀμητοῦ εἰσφερομένου οἱ μετάβολοι τῶν ἐθνῶν. Σίτου γὰρ ἀμηθέντος, ἤγουν ἀσταχύων ἐν ἀγρῷ, πολλὴ τῶν δραγμάτων πανταχόθεν ἡ εἰσφορὰ, καὶ ἡ εἰς τὴν ἅλω συγκομιδή. Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν, Οὐκ ὤδινον οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα παρθένους, οὐδὲ ὕψωσα νεανίσκους. Ἄποικοι μὲν Τυρίων οἱ Καρχηδόνιοι. Πλὴν ἐσχήκασι μητέρα Τύριοι τὴν Σιδῶνα· Ἀπὸ γὰρ τῆς Σιδῶνος ἦν ἡ Τύρος. Πλὴν ὡς ἐπί γε θυγατρὶ λαμπρᾷ καὶ διαβοήτῳ τῇ Τύρῳ μέγα πεφρόνηκε Σιδών. Ἐπειδὴ δὲ ἥλω, καὶ ἦκται αἰχμάλωτος, τότε φησὶν ἡ θάλασσα, τοῦτ' ἔστιν, αἱ κατὰ θάλασσαν νῆσοι πᾶσαι λοιπὸν ἐροῦσιν· Αἰσχύνθητι, Σιδὼν, ἀπόλωλε γὰρ τῶν σῶν αὐχημάτων τὸ κάλλιστον, καὶ φρούδη γέγονεν ἡ πάλαι δεινὴ καὶ ἀλκμαιοτάτη, πλούτῳ τε πολλῷ διαφανεστάτη. Οὐκοῦν ἡ μὲν θάλασσα ταῦτα ἐρεῖ· Αὐτὴ δὲ τῆς θαλάσσης ἡ ἰσχὺς, τοῦτ' ἔστιν, ἡ κατισχύουσα τῶν νήσων, ἡ Τύρος δὲ δηλονότι ταῖς ἑαυτῆς ἐποιμώζουσα συμφοραῖς, ὅταν ἤδη γυμνὴν ἑαυτὴν τῶν οἰκητόρων, καὶ τέκνων ἐρήμην, τότε δὴ πάντως ἐρεῖ, τὸ, οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους. Ἐν ἴσῳ γὰρ γέγονα, φησὶ, ταῖς μὴ τεκούσαις ὅλως, μηδ' ἀναθρεψάσαις, ἢ νεανίσκους ἢ παρθένους, διά τοι τὸ πάντας ἄρδην καθικέσθαι πρὸς ἀπώλειαν, περιλειφθῆναι δὲ παντελῶς οὐδένα. Ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. Οὐκ ἠγνόηκεν ὁ προφήτης, ὅτι καθάπερ ἤδη προεῖπον, μετὰ τὴν Τυρίων ἅλωσιν, ἐπὶ τὴν τῶν Αἰγυπτίων χώραν μεταφοιτήσειν ἔμελλεν ὁ Ἀσσύριος. Ὅταν τοίνυν, φησὶν, ἀκουστὰ ταῦτα γένηται παρὰ τοῖς Αἰγυπτίοις, τότε καὶ αὐτοὶ πάντη τε καὶ πάντως ὀδυνηθήσονται, οὐχ ὅτι πεπόρθηται τυχὸν ἡ Τύρος, ἀλλ' ὅτι μεταπεφοίτηκεν ἐπ' αὐτοὺς τὰ ἐκ τοῦ πολέμου κακά. Ἀπέλθετε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. Ἐν ἤθει πολλῷ τῆς προφητείας ὁ λόγος. Οὐ γάρ τοι κυρίως τε καὶ ἀληθῶς ἀπανίστασθαι τῆς Τυρίων παρακελεύεται, μεταχωρεῖν δὲ μᾶλλον εἰς Καρχηδόνα, ἀλλ' οὐδὲ ὀλολύζειν ἁπλῶς, ἀλλ' οἷον κατονειδίζειν φυγόντας, καὶ ἀμετρήτῳ δειλίᾳ συντεθραυσμένους. Χρῆναι δὲ φησὶν ἐποιμώζειν αὐτοὺς ἑαυτοῖς, καὶ