Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.529
Not analysed yet
Θεοῦ συνελαύνοντος εἰς ἱδρῶτας καὶ πόνους, τίς ὁ ἐπαμῦναι δυνάμενος; Τῆς πανσθενοῦς δεξιᾶς πολεμούσης, τίς ἐστι τοσοῦτος ὃς τῆς ἀνηκέστου συμφορᾶς ἐξελεῖται τοὺς κάμνοντας; οὐδεὶς παντελῶς. Ἕπεται γὰρ τοῖς θείοις αὐτοῦ νεύμασι τῶν πραγμάτων ἡ φύσις, καὶ ὅπερ ἂν ἐθέλει γενέσθαι, τοῦτο πάντη τε καὶ πάντως ἀποπεραίνεται. Ἂν τοίνυν, φησὶ, μακρᾶς ἀπέλθῃς ἀποδημίας, ὥστε καὶ εἰς Κιτιεῖς παραγενέσθαι· φασὶ γὰρ πόλιν εἶναι τῶν κατὰ τὴν Κύπρον μίαν· οἱ δὲ Κιτιεῖς, αὐτὴν εἶναι διισχυρίζονται τὴν Καρχηδόνα· οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, τοῦτ' ἔστι, πόλεμοί σε, καὶ ὁ τοῦ θανάτου φόβος, καὶ οἱ περὶ τοῦ θανάτου εὑρήσουσι κίνδυνοι. Ἀλλὰ κἂν αἰχμάλωτος γενόμενος καταλάβοις τὴν Χαλδαίων, οὐδὲ οὕτως πεπαύσῃ τοῦ καταλγύνεσθαι δεῖν. Οὐ γὰρ ἔσται σοι ἀνάπαυσις, πῶς ἢ τίνα τρόπον· ἠρήμωται γὰρ καὶ αὐτὴ καταδῃούντων αὐτὴν Περσῶν τε καὶ Ἀσσυρίων, Κύρου δηλονότι καταστρατεύοντος, ὅτε καὶ πέπτωκεν ὁ τοῖχος αὐτῆς. Τοῖχον δὲ οἶμαι τῆς Χαλδαίων γῆς, ἢ τὸν προεστηκότα καὶ τὸν βασιλεύοντα φησὶν, ἢ καὶ αὐτὸ τὸ τεῖχος, ἐφ' ᾧ μάλιστα τεθαρσηκότες προσεδόκων οἱ Βαβυλώνιοι πείσεσθαι μὲν τῶν ἀνιαρῶν οὐδὲν, ἄπρακτον δὲ τοῖς πολεμοῦσιν αὐτοῖς γενέσθαι τὴν ἔφοδον. Κατεσκεύαστο γὰρ οὕτως ὡς καὶ ἁμαξῶν παραλλὰξ ἐρχομένων, ὁδὸν ἐν αὐτῷ πλατεῖαν ὁρᾶσθαι. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν ἐπ' αὐτῷ δὴ τούτῳ κατασείων ἐλπίδα τῶν Βαβυλωνίων· «Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται.» Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν. ᾨδὴ καὶ θρῆνος ὁ ἐν ἀρχῇ τῆς ὁράσεως τέθειται διὰ μέσου· πρέπειν ὅτι μάλιστα τῇ Τύρῳ τὰς τοιαύτας παρὰ πάντων λέγεσθαι φωνὰς, διαβεβαιούμενος τρόπον τινὰ τῆς προφητείας ὁ λόγος. Ὀλολύζειν δὲ τὰ ἐκ Καρχηδόνος πλοῖα, διά τοι τὸ ἀπολέσθαι τὸ ὀχύρωμα αὐτῶν, τοῦτ' ἔστι, τὴν Τύρον. Καὶ ἡ τοῦ πράγματος ἀφορμὴ διὰ τῶν ἤδη παρῳχηκότων εἴρηται σαφῶς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταληφθήσεται Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου. Ἐπετώθαζεν αὐτοῖς Ἱεροσολύμοις ἡ Τύρος, ὡς πεπορθημένοις, καὶ τὰς τοῦ παθεῖν αἰτίας οὐ ταῖς Ἰουδαίων μᾶλλον ἀνετίθει ῥᾳθυμίαις, ὡς προσκεκρουκότων Θεῷ διὰ τῆς εἰς τὸν νόμον, καὶ τὸ αὐτῷ δοκοῦν παροινίας· ἀλλὰ γὰρ ᾠήθη μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν προεστηκότα, τοῦτ' ἔστι, τὸ τῶν ὅλων Θεόν. Ἥλω καὶ αὐτὴ τοιγαροῦν ταύτης ἕνεκα τῆς αἰτίας, ἰσόχρονον δὲ τῇ αἰχμαλωσίᾳ τῶν ἐξ Ἰσραὴλ ὑπέμεινε τὴν ἐρήμωσιν. Ἔτη γὰρ ἑβδομήκοντα διατετελέκασι παρὰ τοῖς Χαλδαίοις, τὸν δυσαχθῆ τῆς δουλείας ἔχοντες ζυγόν. Ἐκείνῳ τοιγαροῦν τῷ καιρῷ καταλειφθήσεται, τοῦτ' ἔστιν, ἐρημωθήσεται Τύρος ἀπομενεῖ δὲ κένανδρος, καὶ εἰς τοῦτο παρατενεῖ χρόνου μῆκος ὥστε καὶ δοκεῖν χρόνον εἶναι ζωῆς ἀνθρώπου, ἤγουν βασιλείας, τοῦτ' ἔστιν, ἔτος ἑβδομηκοστὸν, καθὰ καὶ ὁ μακάριος ψάλλει Δαβίδ·