Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.532
Not analysed yet
»Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἔσται Τύρος ὡς ᾆσμα πόρνης. Λάβε κιθάραν, ῥέμβευσον, πόλις, πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. Ἡ πολύκοινος καὶ μαχλῶσα γυνὴ, καὶ τὴν τοῦ σώματος ὥραν καταπωλοῦσα τοῖς ἐρασταῖς, ἕως μέν ἐστιν ἡβῶσά τε καὶ νέα, σαγηνεύει πολλοὺς, καὶ παγὶς αὐτὴ καὶ οἱονεὶ θέλγητρον τῶν ὁρώντων ἐστὶ τὸ τοῦ σώματος ἄνθος. Ἐπειδὰν δὲ παρηβήσῃ, τότε δὴ τότε, καταμαρανθείσης αὐτῇ τῆς ὥρας, ἀπρακτεῖ μὲν ἤδη περὶ τὴν θήραν, ἑτέρῳ δὲ τρόπῳ μέτεισι τὸ δύνασθαι πάλιν ἀθλίων λημμάτων ἐπινοεῖν πορισμούς. ᾨδὴ γὰρ αὐτῇ καὶ μέλος τὸ ἐπιτήδευμα γίνεται· ἐπιγάννυνται γὰρ κιθαριζούσῃ πολλοί. Ἐντεῦθεν αὐτῇ καὶ βραχεῖά τις ἔσθ' ὅτε τῆς παρελθούσης ζωῆς ἀνάμνησις ἔσται, καὶ τὸ ἐν ἀκμαῖς αὐτῆς κάλλος ἐπαινοῦσι τινές. Τοιοῦτόν τι συμβήσεται τῇ Τυρίων, φησίν. Ἔσται γὰρ ὡς ἆσμα πόρνης ἐπιλελησμένης, καὶ οὐκέτι τὸν ἐν ἀρχαῖς ἔχουσα κόσμον. ᾨδὴ καὶ μέλος ἔσται πολλοῖς. Διαμεμνήσονται γὰρ τῶν πάλαι προσόντων αὐτῇ. Σὺ δὲ, ὦ Τύρος, καθάπερ παλαιά τε καὶ ἀφηβήσασα πόρνη, λάβε κιθάραν, ῥέμβευσον ὡς πόλις γενομένη καθάπερ τις πόρνη ἐπιλελησμένη. Ἀπομαρανθείσης γὰρ, ὡς ἔφην, τῆς τῶν γυναίων ὥρας, ἐπιλανθάνονται ταύτης καὶ οἱ συνηρπασμένοι ποτὲ, καὶ γεγονότες αὐτῆς ἐρασταί. Καλῶς τοίνυν κιθάρισον, καὶ πολλὰ ᾆσον, ἵνα σου κἂν μνεία γένηται. Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἐπισκοπὴν ποιήσει Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης, καὶ ἔσται αὐτῆς ἡ ἐμπορία, καὶ ὁ μισθὸς ἅγιον τὸ Κυρίῳ, καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι τοῦ Κυρίου· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν, καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν, μνημόσυνον ἔναντι τοῦ Κυρίου. Δικαίᾳ ψήφῳ Θεὸς, ἰσόχρονον, ὡς ἔφην, τῇ αἰχμαλωσίᾳ τῶν ἐξ Ἰσραὴλ καὶ τὴν τῶν Τυρίων ἐρήμωσιν ἐποιήσατο. Ἐπειδὴ δὲ Κύρου μετὰ Περσῶν τε καὶ Μήδων κατὰ κράτος ᾑρηκότος τὴν Βαβυλωνίων, ἅπασαν δὲ τὴν Χαλδαίων καταδῃώσαντος χώραν, ἀνείθη μὲν τῆς αἰχμαλωσίας ὁ Ἰσραὴλ, ὑπενόστησε δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, καὶ τὴν ἁγίαν κατῴκηκε πόλιν. Ἀμνησικάκως δὲ ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς Τυρίων ἀπέστησε τὴν ὀργήν· συγκεκρότηκε δὲ πάλιν, καὶ ἀναπεφοίτηκεν εἰς τὸ ἐν ἀρχαῖς, ἐμπόριόν τε καὶ κατάλυμα γέγονε, καθὰ καὶ πάλαι πάσαις ταῖς βασιλείαις τῆς γῆς. Πλὴν ἐπιτήρει τὴν διαφοράν. Πάλαι μὲν γὰρ ὁ ἐκ τῆς ἐμπορίας μισθὸς συνεκομίζετο μόνοις τοῖς ταύτην ἐπιτηδεύουσι, καρποὶ ὅλως παρ' οὐδενὸς τὸ σύμπαν προσεκομίζοντο τῷ Θεῷ. Ἐπειδὴ δὲ κεκλημένων τῶν ἐθνῶν εἰς τὴν διὰ πίστεως χάριν, ἔγνω καὶ αὐτὴ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, καὶ ναὸς ἅγιος ἐγήγερται παρ' αὐτοῖς, καὶ θεῖον ἔστη θυσιαστήριον,