Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.545.1
Not analysed yet
δόξῃ τοῦ Κυρίου· ἡσθήσονται γὰρ ἀνασεσωσμένοι διὰ τῆς ἀῤῥήτου δόξης τοῦ τῶν ἁγίων προεστηκότος, καὶ ἀνατειχίζοντος τὸν εὐσεβῆ τῇ παρ' αὐτοῦ φειδοῖ τε καὶ χάριτι. Προσθήσομεν δὲ τοῖς εἰρημένοις κἀκεῖνο. Κατὰ γάρ τοι τὸν τῆς συντελείας τοῦ παρόντος αἰῶνος καιρὸν, καταπεμφθήσονται μὲν εἰς ᾅδου κολασθησόμενοι οἵτινες τῶν ἐκτόπων ἐπιτηδευμάτων γεγόνασιν ἐρασταί. Οἵ γε μὴν καταλειφθέντες, τοῦτ' ἔστιν, οἱ δίκαιοι εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, συνέσονται γὰρ τῷ Χριστῷ ὅς ἐστι δόξα τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ αὐτὸς, ὅτι «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό.» Καὶ μὴν καὶ αὐτός που φησὶν ὁ Θεὸς καὶ Πατὴρ τῷ μακαρίῳ Μωσῇ· Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ἦ μὴν ἐμπλησθήσεται τῆς δόξης Κυρίου πᾶσα ἡ γῆ. Ἐμπέπλησται γὰρ τὰ πάντα Χριστοῦ. Ταραχθήσεται δὲ τὸ ὕδωρ τῆς θαλάσσης. Διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται. Ὕδωρ καὶ θάλασσαν αἰνιγματωδῶς ὀνομάζει τῶν ἐθνῶν τὴν πληθύν. Ἔθος γὰρ τοῖς ἁγίοις προφήταις τοῦτο δρᾷν. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ περί τε τῆς γῆς καὶ τῶν ἐν αὐτῇ φησιν· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων· ἐκεῖ πλοῖα διαπορεύεται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ' οὐδὲ δράκοντά τινα σωματικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασιν ἐνεῖναί φαμεν. Δηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν ἐν τῷδε τῷ βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα, τοῦτ' ἔστι, τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ' ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν ἀγίων ἐπιβουλεύων ψυχαῖς. Ὕδωρ τοίνυν θαλάσσης τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν· νήσους δὲ τάχα που τὰς πόλεις. Καὶ δὴ καὶ ταραχθήσεσθαί φησιν ἅπαντας τοὺς ἐν αὐταῖς, τῆς θείας ὀργῆς ἐπιπηδώσης αὐτοῖς. Τήν γε μὴν τοῦ Χριστοῦ δόξαν ἐν ἁπάσαις ἔσεσθαί φησι κατά τινα τρόπον. Ἐπιγνώσονται δὲ ὅτι τοῖς θείοις νεύμασι πεπόρθηνται δὲ καὶ διολώλασι, καὶ τῷ πάντα ἰσχύοντι διὰ τῆς ἐνούσης αὐτοῖς ἀνοσιότητος οὐ μετρίως προσκεκρουκότες δέδονται πρὸς ἐρήμωσιν. Καταγνώσονται δὲ πάντη τε καὶ πάντως τῶν ἰδίων θεῶν, κατ' οὐδένα τρόπον ἐπαμυνάντων αὐτοῖς. Τοῦτο δὲ ἦν ἕτερον οὐδὲν, ἢ τὴν τοῦ Κυρίου δόξαν εἰς ὕψος αἴρεσθαι μέγα. Ἔοικε δὲ τῶν προφητικῶν προαγορεύσεων ὁ σκοπὸς μεταφοιτῆσαι λοιπὸν ἐπὶ τὸ Χριστοῦ μυστήριον, καὶ τῆς ἐσομένης δι' αὐτοῦ σωτηρίας ποιεῖσθαι τὴν ἀνάμνησιν. Οἱ γάρ τοι, φησὶ, καταλειφθέντες ἐπὶ γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου· «Σεσώσμεθα γὰρ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, καὶ οὐ διὰ τῆς ἐν νόμῳ σκιᾶς δικαιούμενοι.» Δικαιοῖ γὰρ ἡμᾶς ἥκιστα μὲν ὁ νόμος, ἀπαλλάξει δὲ μᾶλλον πλημμελημάτων ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις, καὶ τῇ τῶν ἐσομένων