Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.544
Not analysed yet
τας οἱ πολέμιοι καλαμήσωνται καὶ καταλείψουσι παντελῶς οὐδένα, τότε καθάπερ πεπαυμένου τοῦ τρυγητοῦ, φωνῇ βοήσονται καταλαλάζοντες δηλονότι τῶν κειμένων καὶ πεπτωκόσιν ἐπιγαννύμενοι. Φαμὲν δὴ πάλιν εἰς τὴν ἐσωτάτω βλέποντες ἔννοιαν, ὅτι κατὰ τὸν τῆς κρίσεως καιρὸν οὐδεὶς ἔσται τῶν ἀνοσίως βεβιωκότων ὃς δυνήσηται λαθεῖν. Ἀλλ' οἱ μὲν πολιτευσάμενοί τε καὶ διαζήσαντες ὀρθῶς καὶ ἐννόμως εἰς τὰ ἄνω βαδιοῦνται μονάς· οἵ γε μὴν βέβηλοί τε καὶ πονηροὶ πυρὸς ἔσονται παμφάγου τροφή. Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν τοιούτων ἡ συλλογὴ, καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ, ἣν ἀναβιβάσαντες, καὶ ἐπὶ τὸν αἰγιαλὸν καθίσαντες συνέλεξαν καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.» Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν ἀνοσίων ἡ ζήτησις, καταλειφθήσεται δὲ τὸ σύμπαν οὐδεὶς τῶν οὕτως βεβιωκότων· παραδείξει γὰρ ἅπαντας τοῖς εἰς τοῦτο τεταγμένοις ἀγγέλοις ὁ καρδίας εἰδὼς καὶ νεφρούς. Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου. Ἀκριβῆ τὴν κατάσκεψιν ἔσεσθαι λέγων τῶν ἐν ἁμαρτίαις κατειλημμένων, ὡς μηδένα δύνασθαι διαλαθεῖν, οὐκ ἐᾷ καταθραύεσθαι τοῖς εἰς τοῦτο δείμασι τὸν ἀσεβῆ καὶ φιλόθεον. Κἂν γὰρ εἰ λέγοιτο κατὰ πάντων ἰέναι τὰ ἐξ ὀργῆς, ἀλλ' οὖν ὁ τῶν ὅλων Θεὸς οὐ διόλλυσι τὸν δίκαιον μετὰ ἀσεβῶν. Καὶ τοῦτο διδάσκει λέγων διὰ φωνῆς Ἰεζεκιήλ· «Υἱὲ ἀνθρώπου, γῆν ἐφ' ᾗ ἐπάγω κρίμα αἵματος, κἂν ὦσιν ἐν μέσῳ αὐτῶν Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, οὖτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον.» Καὶ μὴν καὶ ἑτέρωθι φησὶν ὁ αὐτὸς ἡμῖν προφήτης· τεθεᾶσθαι μὲν ἄνδρα ποδήρη ἐνδεδυμένον, καὶ ζώνην ἔχοντα, καὶ ἓξ ἄνδρας ἐρχομένους ὀπίσω αὐτοῦ· καὶ ἑκάστου φησὶν ὁ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ εἶπεν· «Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείδεσθε, καὶ μὴ ἐλεήσητε πρεσβύτερον, νεανίσκον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων ἄρξασθε.» Ἐπειδὴ δὲ οἶμαι δεῖν οὐκ ἀβασανίστους ἐᾷν τὰς τοῦ προφήτου φωνὰς, φέρε λέγωμεν, τί δή ποτε Νῶέ τε καὶ Ἰὼβ τεθνεώτων ἤδη, τάχα δέ που καὶ αὐτοῦ τοῦ Δανιὴλ, σωθήσεσθαί φησιν αὐτοὺς ἐν τῇ ἰδίᾳ δικαιοσύνῃ, καί τοι τῆς ἄλλης ἁπάσης γῆς, καθ' ἧς ἂν ἡ τοῦ θανάτου ψῆφος ἐκφέροιτο, καταφθειρομένης. Ἔοικε τοίνυν τῷ μὲν Νῶε παρεικάζειν τοὺς διὰ πίστεως τῆς εἰς Θεὸν εὐαρεστοῦντας αὐτῷ· τῷ γε μὴν Δανιὴλ τοὺς σοφούς τε καὶ διορατικούς· Ἰὼβ δὲ πάλιν τοὺς διά γε τῆς ὑπομονῆς, δῆλον δὲ ὅτι τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, εὐαρεστοῦντας αὐτῷ. Δαπανώσης τοίνυν, φησὶ, τῆς ὀργῆς τοὺς ἐπὶ τῆς γῆς, οὐχὶ μόνης τῆς Ἰουδαίων, ἀλλὰ γὰρ καὶ τῆς τῶν ἐθνῶν, οἱ καταλειφθέντες καὶ κρίσει δικαίᾳ τοῦ πάντα τὰ καθ' ἡμᾶς ταλαντεύοντος Θεοῦ διαφυγόντες τὸν ὄλεθρον εὐφρανθήσονται ἅμα τῇ