Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.549
Not analysed yet
δεξάμενοι, νουθετοῦσιν εὐθὺς τοὺς ἀθετοῦντας τὸν νόμον, καὶ τὸν ἐκ τῆς ἐσομένης ἐπ' αὐτοῖς κολάσεως ἐπανατείνουσι φόβον, καὶ καταπτοοῦσι τοῖς δείμασι προαπαγγέλλοντες τὰ ἐσόμενα. Φόβος γὰρ, φησὶ, καὶ βόθυνος καὶ παγὶς, τοῦτ' ἔστι, πᾶν εἶδος κακῶν ἐφ' ὑμᾶς, καὶ ἀπόνευσις οὐκ ἔσται τῆς συμφορᾶς. Ἀλλ' εἰ καί τις τὸ δέ τι διαφύγοι τυχὸν τῶν κακῶν ὑφ' ἑτέρου ληφθήσεται, καὶ πάντη τε καὶ πάντως ἑνὶ τῶν ἐνηνεγμένων ἁλώσεται κακῶν. Τοῦτο δὲ παθεῖν τοῖς Ἰουδαίοις συμβέβηκε, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, πεπορθημένης αὐτοῖς τῆς χώρας, πόλεών τε καὶ οἴκων κατασεσεισμένων· καὶ μακρὸν ἕκαστα λέγειν εἰδόσι μάλιστα τοῖς τῆς Ἐκκλησίας τροφίμοις. Ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. Ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. Ἔκλινεν καὶ σεισθήσεται ἡ γῆ πᾶσα ὡς ὀπωροφυλάκιον, ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὐ μὴ δύνανται ἀναστῆναι, κατίσχυσε γὰρ ἐπ' αὐτῆς ἡ ἀνομία. Ἀποδίδωσι τὴν αἰτίαν τῶν ἔσεσθαι προαπηγγελμένων, καὶ ὅτι πικραῖς καὶ ἀνεξιτήτοις περιπεσοῦνται συμφοραῖς. Ἔφη γὰρ ὅτι φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμᾶς· καὶ ὅτι τὸν βόθυνον εἴ τις διαφύγοι ἁλώσεται ὑπὸ τῆς παγίδος. Ποία τοίνυν ἡ τοῦδε πρόφασις; Θυρίδες, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, τοῦτ' ἔστιν, ἐπεσκέψατο ὁ Θεὸς τοὺς ἐπὶ τῆς γῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ τοῖς εἰωθόσι πλημμελεῖν, οἱονεί πως δοκεῖ καὶ μὴ ἐφορᾷν, κεκλεῖσθαι δὲ μᾶλλον ὁ οὐρανός. Ἐπειδὴ δὲ κατασκέπτεται τῶν ἐπὶ γῆς τὰς ὁδοὺς, τότε δὴ τότε, καθάπερ θυρίδων ἀνεῳγμένων, ἐν ὀφθαλμοῖς ποιεῖται τοὺς ὄντας ἐπὶ τῆς γῆς· ἐπιφέρων δὲ τὰς αἰτίας τοῖς ἑκάστου πλημμελήμασιν ἀναλόγως, θορύβου τὰ πάντα· καὶ δέους ἀναμεστοῖ, καὶ οἷον ἐκ μέθης ἅπαντες οἱ ἐπὶ τῆς γῆς πρὸς πᾶν εἶδος διαῤῥιπτοῦνται κακῶν. Ἐπενήνεκται δὲ χρησίμως τὸ φάναι καθάπερ τι τῶν ἐν ἀγροῖς ὀπωροφυλακίων σεσαλεῦσθαι τὴν γῆν· τὸ ὅτι κατίσχυσεν ἐπ' αὐτῆς ἡ ἀνομία. Ἕως μὲν γὰρ φορητὰ πλημμελοῦσιν οἱ ἐπ' αὐτῆς ἀναδύεται τὰς δίκας, καὶ χαλινοῖ τὴν κίνησιν ὁ τῶν ὅλων Θεός. Ἀσχέτου γε μὴν τῆς ἁπάντων δυσσεβείας γεγενημένης πᾶσά πως ἀνάγκη, καὶ ἐποπτεύεσθαι παρὰ Θεοῦ τὴν γῆν, καὶ κατισχυούσης ἐπ' αὐτῆς ἀνομίας, μεθύειν τρόπον τινὰ καὶ κραιπαλᾷν, καὶ πρὸς πᾶν εἶδος καταδονεῖσθαι συμφορᾶς. Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς. Καὶ συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος. Λαμπρὸν καὶ τοῦτο κατόρθωμα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς. Ἔδει γὰρ, ἔδει λοιπὸν ἐπιλάμψαντος τοῦ τῆς δικαιοσύνης ἡλίου, τὸν νοητὸν ἐκεῖνον διασκίδνασθαι σκότον, ὃν ταῖς ἁπάντων καρδίαις ἐνέχεεν ὁ Σατανᾶς. Ἐσκότισε γὰρ τὰ νοήματα τῶν ἀπίστων, κατὰ τὸ γεγραμμένον, καὶ ἀνέπεισε προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἐμερίζοντο γὰρ οἱ πλανώμενοι τὰ τοῦ κόσμου στοιχεῖα. καὶ οἱ μὲν τὸν ἥλιον