Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.552
Not analysed yet
ἐπεγράφοντο θεὸν, οἱ δὲ τὴν σελήνην, ἕτεροι δὲ τῶν ἀστέρων τῶν καθ' ἡδονήν. Νενοσήκασι δὲ ταυτηνὶ τὴν δυσσέβειαν καὶ αὐτοὶ τῶν Ἰουδαίων οἱ δῆμοι. Καὶ γοῦν ἔφη που Θεὸς τὰς ὑπὲρ αὐτῶν ἱκετίας ἀναφέροντί ποτε τῷ προφήτῃ Ἱερεμίᾳ· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Ἦ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.» Καὶ μὴν καὶ δι' ἑτέρου προφήτου πρὸς αὐτούς φησι· «Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος; Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μωλὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥεφάν· πρὸς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς.» Ἐπάξει τοίνυν, φησὶν, ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, τοῦτ' ἔστι, διασκεδάσει τοὺς προσκυνοῦντας τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἡλίῳ τέ φημι καὶ σελήνῃ καὶ ἄστροις. Εἰκὸς δὲ δὴ τὴν σύμπασαν εἰδωλολατρείαν ὡς ἐκ μέρους ἐν τούτοις κατονομάζεσθαι. Πέπαυται γὰρ τὸ προσκυνεῖν τοῖς τοῦ κόσμου στοιχείοις ἀναδειχθέντος Χριστοῦ. Κόσμου δὲ τοῦ οὐρανοῦ καὶ αὐτὸν εἶναι νοοῦντες τὸν τῆς ἁμαρτίας εὑρέτην καὶ πατέρα, τοῦτ' ἔστι, τὸν Σατανᾶν, κατ' εὐθὺ τάχα που τῆς ἀληθείας ἥξομεν. Εἴρηται γὰρ περὶ αὐτοῦ· Πῶς ἐξέπεσεν ἐξ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;» Ἐπειδὴ δὲ ἅπαξ διάτοι τὴν ἀρχαίαν, καὶ τὴν πρὸ τῆς ἀποπτώσεως αὐτοῦ δόξαν Ἑωσφόρῳ παρεικάζεται, κόσμον αὐτὸν τοῦ οὐρανοῦ καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὀνομάζει λόγος. Ἐπενεχθήσεσθαι δὲ τὴν χεῖρά φησιν, οὐχὶ δὴ μόνῳ τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἀλλὰ γὰρ καὶ τοῖς βασιλεῦσι τῆς γῆς, τοῦτ' ἔστι, τοῖς ἐκ τῆς πλεονεξίας κεκρατηκόσι τῆς ὑπ' οὐρανὸν, δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, ταῖς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσι. Βεβασιλεύκασι γὰρ τῆς γῆς, ἰδίους ἀποφήναντες προσκυνητὰς τοὺς ἐν αὐτῇ, καὶ τῆς πρὸς Θεὸν ἀγάπης ὀλιγωρῆσαι παντελῶς ἀναπείσαντες. Τούτους τοιγαροῦν τοὺς ἐξ ἀπάτης καὶ ψεύδους καὶ πλεονεξίας κεκρατηκότας ἤγουν βασιλεύσαντας συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον. Κατέπεμψε γὰρ αὐτοὺς εἰς τὸ τῆς κολάσεως δεσμωτήριον τοῦ Σωτῆρος ἡ δύναμις, εἰς τὸ ἄφυκτον ὀχύρωμα. Καὶ γοῦν παρεκάλουν οἱ δαίμονες προσιόντες αὐτῷ, ἵνα μὴ προστάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Προσεπάγει δὲ καί φησιν ὁ προφήτης, ὅτι διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν· τετυραννεύκασι μὲν γὰρ ἀπὸ καταβολῆς κόσμου, καὶ οὐ διαλελοίπασι τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ πολεμοῦντες δόξῃ. Παρέτεινε δὲ τὰ τῆς ἀπονοίας αὐτοῖς, καὶ μέχρι τοῦ καιροῦ τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἐπισκοπῆς δὲ λοιπὸν ἐπ' αὐτοῖς γενομένης κατεκλείσθησαν εἰς δεσμωτήριον. Πλὴν διὰ πολλῶν τοῦτο πεπόνθασι