Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.553
Not analysed yet
γενεῶν, τακήσεσθαι δὲ τὴν πλίνθον, καὶ πεσεῖσθαι τὸ τεῖχός φησι, τείχει παρεικάζων τάχα που τὸν Σατανᾶν. Δεινὸς γὰρ εἰς ἀντίστασιν καὶ οἷον πόλις εὐπυργοτάτη· ἀλλ' ἥλω καὶ πέπτωκε Χριστοῦ κατασείοντος. Οὐ γὰρ ἦν δύνασθαι τὴν ἄμαχον αὐτοῦ διεκδύναι δύναμιν. Ὅτι δὲ καθῃρημένου καὶ πεπτωκότος τοῦ Σατανᾶ, κατηρήμωται τὰ τῆς εἰδωλολατρείας παίγνια, καὶ κέκληνται διὰ πίστεως εἰς ἐπίγνωσιν ἀληθείας οἱ πάλαι πλανώμενοι, μονονουχὶ διαρπαζούσης αὐτοὺς τῆς πανσθενοῦς δεξιᾶς, διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· «Ἢ πῶς δύναται εἰς τὴν οἰκίαν εἰσελθεῖν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπᾶσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ;» Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τοὺς ἄγαν ἀλκιμωτάτους, καὶ τείχει καὶ πόλεσι παρεικάζειν, καθάπερ ἀμέλει καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν. Ἔφη γάρ που Θεός· «Ἰδοὺ τεθείκασιν ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασι τοῖς βασιλεῦσι τῆς γῆς, καὶ πολεμήσωσί σε καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.» Διαμεμνῆσθαι δὲ ἀναγκαῖον, ὅτι Ἰησοῦς ὁ τοῦ Ναυῆ, τοὺς πέντε τῶν ἐθνῶν βασιλεῖς κατὰ κράτος ἑλὼν, καὶ νενικηκὼς κατέκλεισεν ἐν σπηλαίῳ, καὶ προσεκύλισε λίθους ἀποφράττων αὐτοῖς τὴν διαδρομήν. Εἰκὼν δὲ ἦν ἀποφράγματος ἀληθοῦς. Κατεκλείσθησαν γὰρ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ τῆς Χριστοῦ ἰσχύος αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις αἱ κατακρατήσασαί ποτε τῆς ὑπ' οὐρανοῦ. Συγκατηργήθη δὲ αὐτοῖς, καὶ τὸ μέγα καὶ ἄῤῥητόν ποτε τεῖχος, τοῦτ' ἔστιν, ὁ Σατανᾶς. Κέκληνται δὲ οὕτω διὰ πίστεως οἱ πλανώμενοι πρὸς τὸ εἰδέναι λοιπὸν τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων δημιουργὸν καὶ Θεὸν καὶ Κύριον. Ἰστέον δὲ ὅτι ταῦτά τινες ἀποφέρουσι καθ' ἑτέραν διάνοιαν ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ, καί φασιν, ὅτι κατὰ τὸν τῆς συντελείας καιρὸν ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Χρῆναι δὲ οἶμαι τοῖς θεωρήμασιν ἑπομένως, καὶ εὖ μάλα συνηρμοσμένως τὰς τῶν προκειμένων ἑκάστοτε διανοίας ἀποπεραίνεσθαι. Ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Σιὼν ἑρμηνεύεται ὑψηλὴ, καὶ σκοπευτήριον, ἤγουν Ἱερουσαλὴμ, ὅρασις εἰρήνης. Σκοπευτήριον οὖν τὸ ἀληθὲς καὶ μὴν καὶ εἰρήνης ὅρασις, εἴη ἂν κατά γε τὸ ἀληθὲς ἡ Ἐκκλησία Χριστοῦ. Ἐν αὐτῇ γὰρ ἡ τῶν θείων αὐτοῦ μυστηρίων ὑψηλοτάτη κατάσκεψις πράττεσθαι φιλεῖ, καὶ μὴν καὶ ἡ τῆς εἰρήνης ὅρασις. Εἰρήνην δὲ εἶναί φαμεν τὸν Χριστὸν, ὃν ἐκτῆς θεοπνεύστου Γραφῆς ἐπιγινώσκομεν, γεγραφότος περὶ αὐτοῦ πανσόφου Μωσέως, καὶ πρός γε τούτῳ τῶν ἁγίων προφητῶν. Περιῃρημένης τοιγαροῦν τῆς βεβήλου καὶ μυσαρᾶς εἰδωλολατρείας, καὶ ἐκποδὼν γεγονότος τοῦ προσκυνεῖσθαι τὴν κτίσιν, κατακεκλεισμένων δὲ καὶ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον τῶν ἐκ πλεονεξίας κεκρατηκότων τῆς ὑπ' οὐρανὸν, κατατετηγμένου τε τοῦ τείχους, καὶ ἐκ βάθρων αὐτῶν κατασεσεισμένου, κατά γε τὰς ἤδη προαποδοθείσας ἐννοίας, βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Πρεσβυτέρους