Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.557
Not analysed yet
»Σεσώσμεθα γὰρ ἐν Χριστῷ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτοις τοῦ αἰῶνος καιροῖς,» καθά φησιν ὁ σοφώτατος Παῦλος· «Οὐ γὰρ νέον, ἢ ἀρτιφανὲς τὸ τοῦ Χριστοῦ μυστήριον, ἀλλὰ προώριστο μὲν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, πεφανέρωταί γε μὴν ἐν καιροῖς ἰδίοις.» Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ἰσχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν δὲ ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Τῆς ἀληθινῆς καὶ τοῦτο βουλῆς, καὶ τῶν ἀμωμήτων σκεμμάτων τοῦ πάντα ἰσχύοντος Θεοῦ, τὸ κατασεισθῆναι πόλεις ὀχυρὰς, γενέσθαι δὲ καὶ εἰς χῶμα, καὶ οἷον ἐκ βάθρων αὐτῶν ἀναμοχλευθῆναι, καὶ ἐλπίδος ἔξω γενέσθαι, ἧς οὐ δυνήσονται ἀνασφῆλαί ποτε. Οὐ γὰρ μὴ, φησὶν, εἰς τὸν αἰῶνα οἰκοδομηθῇ. Πόλεις δὲ εἶναί φαμεν τὰς κατασεσεισμένας, οὐχὶ δή που πάντως τὰς αἰσθητὰς, ἤγουν ἀνθρώπους τοὺς ἐν αὐταῖς· οἰόμεθα δὲ μᾶλλον ἑκάστην τῶν πονηρῶν, καὶ ἀντικειμένων δυνάμεων, καὶ πρό γε τῶν ἄλλων, ὠνομάσθαι πόλιν τὸν Σατανᾶν, καὶ τοῦτο ἰσχυράν. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ πύργοις, καὶ τείχεσιν ἢ καὶ πόλεσιν ἔσθ' ὅτε παρεικάζειν τοὺς ἄγαν ἀλκιμωτάτους, καθάπερ ἀμέλει καὶ προλαβόντες εἴπομεν, ὅτι τέθειται παρὰ Θεοῦ, καὶ ὁ μακάριος προφήτης Ἱερεμίας, ὡς πόλις ὀχυρὰ, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρόν. Ἀναδεδειγμένου δὲ καὶ ἐπιλάμψαντος τῷ κόσμῳ τοῦ Ἐμμανουὴλ, ἀνῄρηται μὲν τῶν ἀντικειμένων δυνάμεων τὸ ἀνόσιον στίφος, ἐξ αὐτῶν δὲ κατεσείσθη βαράθρων [al. βάθρων] ὁ Σατανᾶς, πέπτωκε δὲ οὕτως ὡς ἀτελευτήτῳ περιπεσεῖν ἀσθενείᾳ, καὶ κατ' οὐδένα καιρὸν ἀναστήσεσθαί τε καὶ ἀνανεῦσαι προσδοκᾷν. Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. εὐλογήσουσί σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες· ἐν Σιὼν, ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας. Κέκληται μὲν εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας ὁ Ἰσραὴλ, καὶ πεπλούτηκε τὰ παρὰ Θεοῦ. Σέσωσται γὰρ, καὶ τὴν τῆς ἐπαγγελίας κεκληρονόμηκε γῆν. Ἡ δέ γε τῶν ἄλλων ἐθνῶν ἀμέτρητος οὖσα πληθὺς τῶν κατὰ πᾶσάν φημι τὴν ὑπ' οὐρανὸν, ἀλλότριος παντελῶς τῶν πνευματικῶν, καὶ ἄνωθεν καθειστήκεισαν ἀγαθῶν, ἄγευστοι τῶν παρὰ Θεοῦ χαρισμάτων, γυμνοὶ τρόπον τινὰ καὶ ἀνείμονες, οὐ τὴν θείαν ἀνέχοντες σκέπην, οὐ τὴν ἐξ ὕψους περιβολὴν, οὐ πλοῦτον εἰς νοῦν τὸν ἐξ ἀρετῆς, οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶν ἐπαίνου μεστὰ, καὶ τοῦ παντὸς ἀξιοῦται θαύματος. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἐπέφανεν ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξελὼν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὸ τῆς ἀληθείας πεπλουτήκασι φῶς, τῆς παρ' αὐτοῦ δόξης τὴν μέθεξιν, τῆς εὐαγγελικῆς πολιτείας τὴν μεγαλειό-