Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.560
Not analysed yet
τητα τὰς ὑπέρ γε τούτων χαριστηρίους ᾠδὰς ἀναπέμπουσι τῷ Θεῷ καὶ Πατρί. Οὐκοῦν ἐπειδήπερ, φησὶν, ὦ Δέσποτα, καὶ βουλὴν ἀρχαίαν καὶ ἀληθῆ ἐποίησας ἀνακεφαλαιωσάμενος τὰ πάντα ἐν τῷ Χριστῷ, καὶ καταφωτίσας μὲν τοὺς ἐν σκότῳ, καθελὼν δὲ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου· καίτοι καθάπερ τινὰς πόλεις οὕτως ἰσχυρὰς εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, ὅλαι τε πόλεις δοξολογήσουσί σε. Ἁπάσαις γὰρ γέγονας βοηθὸς, καὶ σκέπη τοῖς διὰ πτωχείαν τῶν πατρικῶν ἀγαθῶν ἀφορήτως λελυπημένοις· ἐῤῥύσω τε αὐτοὺς ἀπὸ πονηρῶν ἀνθρώπων. Ἦσαν γὰρ οὕτω καὶ ἐν τῇ Σιὼν ὀλιγοψυχήσαντές τινες, καθάπερ ἀμέλει ἄνθρωποι δεδιψηκότες. Καὶ τάχα που διὰ τούτων ἡμῖν ὁ προφήτης ἐκεῖνο δηλοῖ. Ἦσαν γὰρ, ἦσαν καὶ ἐν τῷ Ἰσραὴλ οἱ τὴν τοῦ Σωτῆρος διψῶντες ἐπιδημίαν, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἐπιθυμοῦντες ἰδεῖν· ὁποῖός τις ἦν Συμεὼν ὁ δίκαιος, ὅτε τεχθέντα τὸν Ἰησοῦν εἰς χεῖρας λαβὼν ἔφασκε· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Καὶ μὴν καὶ ὁ μακάριος Ζαχαρίας ὁ Ἰωάννου πατὴρ ἁγίου Πνεύματος ἔμπλεως γεγονὼς ἐδοξολόγει βοῶν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ, σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. Ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν· τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.» Ὁρᾷς ὅπως ἀρχαία καὶ ἀληθινὴ βουλὴ γέγονε τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένη. Τὸ ἀναδειχθῆναί φημι σωτηρίαν τῷ κόσμῳ τὸν Ἐμμανουὴλ, ὃς γέγονε πνεῦμα ἀνθρώπων ἀδικουμένων. Ἀναπεπνεύκασι γὰρ ἐξ ἐχθρῶν, καὶ ἐῤῥύσθησαν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς καὶ παραδέδονται. Καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν τις τὰς τοιαύτας ἐκλάβοι φωνὰς, ἀνθρώπους κεκλῆσθαί φαμεν, τοὺς πάλαι κρατοῦντας τῶν ἐπὶ τῆς γῆς ἀνοσίους δαίμονας, ὧν τὸ ἀσθενὲς εὖ μάλα κατασημαίνεται, διὰ τοῦ καὶ ἀνθρώπους αὐτοὺς ὀνομάζεσθαι. Εἰκὸς δὲ δή που καὶ τοὺς παρ' αὐτοῖς ψευδοδιδασκάλους, καὶ τοὺς καλουμένους ἱερομύστας, ἢ καὶ ποιητὰς καὶ λογάδας, καὶ τοῖς παρ' Ἕλλησι τετιμημένης εὐγλωττίας εὑρετὰς ἀνθρώπους κεκλῆσθαι πονηροὺς, ὡς διὰ τῆς ἐνούσης αὐτοῖς εὐστομίας τοῖς τῆς ἀπωλείας ἐνιέντας τέλμασι τοὺς ἀπατωμένους. Εἰ δὲ δὴ περὶ τῶν ἐξ Ἰσραὴλ λέγοιτο ταυτὶ, πονηροὺς ἀνθρώπους εἶναί φαμεν τοὺς καθηγεῖσθαι λαχόντας, Γραμματέας τέ φημι καὶ Φαρισαίους· οἳ τὴν τῆς ἱεροσύνης ἔχοντες δόξαν, καὶ τὴν ἐντεῦθεν εὔ-