Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.56
Not analysed yet
καζον ἀνοσίως τῶν ἀδικουμένων ἔσθ' ὅτε, ψῆφον ἐπ' αὐτοῖς τὴν ἐκνομωτάτην ἐκφέροντες. Ἀπὸ δὴ τοῦ κρίνειν ἀδίκως καὶ αἰσχρῶς ἡττᾶσθαι λημμάτων, καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Χριστόν. Ἵνα γὰρ ἔχοιεν τὰς παρὰ τῶν λαῶν δωροφορίας, οὐ προσήκαντο τὸν τοῦ ἀμπελῶνος δεσπότην, ἴδιον ποιούμενοι κλῆρον τὸν αὐτῷ καὶ μόνῳ πρέποντά τε καὶ ὀφειλόμενον. Ἀπεκτόνασι γὰρ ἀθῶον ὄντα καὶ δίκαιον, καίτοι τοῦ νόμου λέγοντος· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» Διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης Κύριος Σαβαώθ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. Τοῦ κατεφθάρθαι τὴν Ἱερουσαλὴμ ἀνατίθησι τὰς αἰτίας τοῖς καθηγεῖσθαι λαχοῦσι, καὶ μάλα εἰκότως. Ἕπεται γὰρ ἐπὶ πᾶν αὐτοῖς τὸ ὑπήκοον· καθάπερ ἀμέλει καὶ τοῖς ποιμέσι τὰ ὑπὸ χεῖρα θρέμματα. Εἰ γὰρ ἀποκομίζοιεν εἰς πίονά τε αὐτὰ καὶ ἀμφιλαφῆ νομὴν, εὔρωστά τε εἶεν ἂν καὶ εὐτραφῆ λίαν· εἰ δὲ εἰς γῆν ἁλμάδα καὶ ἀκανθῶν μητέρα, καταφθεροῦσι πάντως αὐτὰ ταῖς κακοσιτ[ε]ίαις. Τοιοῦτόν τι ἐφ' ἡμῶν αὐτῶν ἀληθὲς ὂν εὑρήσομεν. Εἰσηγήσεσι μὲν γὰρ ταῖς εἰς ὀρθότητά τε καὶ ἀρετὴν καὶ θεογνωσίαν ἀμώμητον ὁ τῶν παιδαγωγουμένων καταπιαίνεται νοῦς. Ταῖς γε μὴν εἰς ἀνοσιότητα συμβουλίαις ἑτοιμότατα καταῤῥεῖ πρὸς τὴν τῶν αἰσχιόνων ἔφεσίν τε καὶ προθυμίαν. Τοιοῦτόν τι πεπονθότες οἱ ἐξ Ἰσραὴλ ταῖς τῶν Γραμματέων καὶ Φαρισαίων παραδόσεσι καὶ διδασκαλίαις οἱ τάλανες διολώλασιν. Οὐ γὰρ εἴων αὐτοὺς τὴν ἀληθῆ καὶ σωτήριον ἰέναι τρίβον, τὴν διὰ πίστεως λέγω, τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ γοῦν τεθεράπευκε μὲν τὸν ἐκ γεννετῆς τυφλὸν, καὶ τεθαυμάκασι μὲν οἱ κατὰ πᾶσαν τὴν Ἱερουσαλὴμ τῆς θεοσημείας τὸ μέγεθος, κηρύττοντι δὲ τὸν ἰατρὸν τῷ τοῦ πάθους ἀπηλλαγμένῳ διαῤῥήδην ἔφασκον οἱ παιδαγωγεῖν ὀφείλοντες εἰς ἀλήθειαν «Δὸς δόξαν τῷ Θεῷ, ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.» Ἐπιμαρτύρεται δέ τις τῶν ἁγίων εὐαγγελιστῶν, ὅτι ἤδη συνετέθειντο οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγος γένηται. Ταύτῃ τοι καὶ τὴν εἰς ἀλλήλους αἰδῶ τῆς ἑαυτῶν σωτηρίας ἀβουλότατα προτετιμηκότες, ἀμέτοχοι παντελῶς τῆς παρὰ Θεοῦ μεμενήκασι δόξης. Καὶ τοῦτο αὐτοῖς ἔφασκεν ὁ Σωτήρ· «Πῶς δύνασθε πιστεύειν δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;» Καὶ μὴν καὶ ἑτέρωθι· «Οὐαὶ ὑμῖν Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν.» Σκάνδαλον τοίνυν γεγόνασι τοῖς λαοῖς, καὶ τῇ δόξῃ Χριστοῦ πολεμοῦντες οὐ διαλιμπάνουσιν. Ταύτῃ τοι περὶ αὐτῶν φησιν· «Οὐαὶ οἱ ἰσχύοντες. Οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐκ τῶν ὑπεναντίων, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.» Ὁρᾷς ὅπως ἐναντίους τε αὐτοὺς καὶ μὴν καὶ ἐχθροὺς ὀνομάζει; Καὶ ἐπ' αὐτοὺς δὴ μάλιστα τὰ ἐκ τῆς θείας ὀργῆς δραμεῖσθαί φησιν. Ἔδει γὰρ, ἔδει μειζόνως κολάζεσθαι, καὶ τοὺς ὑπὲρ τῆς τῶν ἄλλων ἀπωλείας ὑποσχεῖν τῷ κρίνοντι λόγους. Οὓς ἦν εἰκὸς δύνασθαι καὶ διασώζειν αὐτοὺς, εἴπερ ἤθελον ὀρθά τε