Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.57
Not analysed yet
φρονεῖν αὐτοὶ, καὶ τοῖς ἄλλοις ἅπασιν τὴν εἰς τοῦτο διακομίζουσαν καταδεῖξαι τρίβον. Ἐπεφώνει καὶ ὁ θεσπέσιος Ἰωάννης αὐτοῖς ἐπὶ τὸ τῆς μετανοίας ἰοῦσι βάπτισμα· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν, ψογεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;» Γέγονε τοίνυν ἐκδίκησις παρὰ Θεοῦ κατὰ τῶν ἰσχυόντων· μάλιστα, τοῦτ' ἔστι, τῶν παρ' αὐτοῖς δυνατῶν, ἤγουν ἡγουμένων, καταδῃωθείσης αὐτῶν τῆς χώρας καὶ παραδοθείσης τοῖς Ῥωμαίων γενναιοτάτοις στρατεύμασι. Καὶ τοῦτο αὐτοῖς προμεμήνυκεν ὁ Σωτήρ· «Ὅταν ἴδετε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι, Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς, Πέσατε ἐφ' ἡμᾶς.» Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· οὐχ ὅτι σκληρὸς καὶ ἀμείλικτος· χρηστὸς γὰρ μᾶλλον καὶ ἀγαθός ἐστιν· ἀλλ' ὅτι λυπεῖται καταφρονούμενος, ὅταν ἑαυτοὺς μάλιστα τῶν παρ' αὐτοῦ χαρισμάτων ἀποστεροῦμεν ἡμεῖς, καίτοι παρὸν ἑλεῖν τε πλουσίως· καὶ ἐντρυφᾷν αὐτοῖς ἑλομένοις εἴκειν τοῖς παρ' αὐτοῦ νόμοις. Ἀποσειομένοις τε τοὺς πονηροὺς καὶ ἀνοσίους τῶν ἐν τῷδε τῷ βίῳ διδασκάλους· οἳ καὶ τῆς πίστεως τὴν ὀρθότητα τοῖς ἑαυτῶν ῥήμασι παραλύειν ἐπείγονται, καὶ ταῖς τῶν ἀκεραιοτέρων ψυχαῖς τῆς ἑαυτῶν δυστροπίας τὸν ἰὸν ἐκχέοντες, παρατρέπουσιν αὐτὰς εἰς τὸ δεῖν ἑλέσθαι τὰ πονηρά. Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ πάντας ὑπερηφάνους ταπεινώσω· καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπαρχῆς. Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλείποντες τὸν Κύριον συντελεσθήσονται. Ἐπάγει τὴν χεῖρα αὐτοῦ Θεὸς, ὡς πλήττουσαν· τοιοῦτον γάρ πως ἀεὶ τῶν τυπτόντων τὸ σχῆμα. Ὅτι οὐκ ἀνόνητος ἔσται παντελῶς αὐτοῖς ἡ τῆς χειρὸς ἐπαγωγὴ, τοῦτ' ἔστιν, ἡ τῶν δεινῶν ἔφοδός τε καὶ πεῖρα, οὔτε μὴν ἀδιακρίτως ἅπασι τὰ ἐξ ὀργῆς συμβήσεται, φροντίδος δὲ καὶ φειδοῦς ἀξιώσει τοὺς πεπιστευκότας, καὶ τοῖς γνησίοις ἀπονεμεῖν τὴν ἐπὶ τῷ γε δεῖν διασώζεσθαι χάριν διδάσκει σαφῶς. Πάλαι μὲν γὰρ ἡ θεομάχος Ἱερουσαλὴμ ἐκπεπόρνευκε πολυτρόπως διὰ τοῦ λατρεῦσαι θεοῖς ἑτέροις, ἐπήγαγεν δὲ αὐτῇ τὴν χεῖρα Θεὸς, καὶ ὥσπερ τινὶ πυρὶ ταῖς ἐκ τοῦ πολέμου παρεδίδου συμφοραῖς. Ἐπειδὴ δὲ πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατὴρ Σωτῆρα καὶ Λυτρωτὴν, εἶτα πεπαρῴνηκεν εἰς αὐτὸν, καὶ τὰ ἐξ ἀκράτου πέπραχεν ἀπονοίας. Οὐ διαλέλοιπέ τε ταῖς ἀπειθείαις ἀγρίως περιυβρίζουσα, καίτοι δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀπαλλάττοντα διὰ τῆς πίστεως. Ἐπήγαγε δὲ αὐτῇ τὴν χεῖρα πάλιν, καὶ οἷόν τις τεχνίτης διέκρινεν ἐν πυρὶ, καὶ ἅπαν μὲν ὅσον ἦν ἐν αὐτῇ δοκιμώτατόν τε καὶ