Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.624
Not analysed yet
ακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ὡς οὖν ἀτιμάσαντα τῶν ἁγίων προφητῶν τοὺς λόγους τὸν ἐξήνιον Ἰσραὴλ μονονουχὶ καταδείκνυσι, λέγων· Τίνι ἀνηγγείλαμεν ἀγγελίαν; ἰδοὺ γὰρ, ἰδοὺ τίνι; φησὶν, ἀντὶ τοῦ, σκληρῷ τε καὶ ἀπειθεῖ καὶ ἀσυνέτῳ λαῷ διηκονησάμεθα, καὶ τοὺς ἄνωθεν παρὰ Θεοῦ διαπορθμεύσαντες λόγους, ἀνηγγείλαμεν αὐτῷ κακὰ, τοῦτ' ἔστι, τὰς κολάσεις, τὰς ἀπειλὰς, αἳ πάντη τε καὶ πάντως τοῖς τῶν ἀπειθεῖν εἰωθότων κατηργηθήσονται κεφαλῆς. Ἀνηγγείλαμεν ἀγγελίαν, τοῦτ' ἔστιν, εὐηγγελισάμεθα τὰ ἀγαθὰ τὰ τοῖς ἀγαθουργεῖν εἰωθόσιν ηὐτρεπισμένα παρὰ Θεοῦ. Ὠφέληται δὲ παντελῶς οὐδὲν ὁ δυσμετακόμιστος Ἰσραὴλ, ὁ πεπηγὼς εἰς τὸ πλημμελὲς, καὶ πολὺ νοσήσας τὸ δυσήκοον. Ὅταν τοίνυν λέγει τὸ, τίνι; τῷ κατ' οὐδένα τρόπον ἀξίῳ δηλοῖ· καὶ γάρ τοι μετὰ τὴν οὕτω σαφῆ τῶν ἁγίων προφητῶν προαγόρευσιν, οὐδὲν ἧττον ἀμείλικτοί τε ἦσαν καὶ πονηροὶ, καὶ δυστροπίας ἁπάσης ἐπίμεστον ἔχοντες τὴν καρδίαν. Γεγόνασι δὲ καὶ πικρίας διαβολικῆς ὑπηρέται γοργοί· σταυρῷ γὰρ παρέδωκαν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, φημὶ δὴ Χριστὸν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. ΤΟΜΟΣ Βʹ. Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσδέχου, ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν, ἔτι μικρὸν, διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας. Κατέληξε μὲν ἡμῖν ὁ πρῶτος λόγος εἰς τὸ, Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Διερμηνεύοντες δὲ τῶν προειρημένων τὴν δύναμιν, λέγομεν ὅτι τὸ τῶν ἁγίων προφητῶν εἰσεκομίσθη πρόσωπον ἐπιτιμώντων τρόπον τινὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὡς εἰκῆ μὲν τοῖς παρ' αὐτῶν ἐντετυχηκόσι λόγοις, ὠφεληθεῖσι δὲ παντελῶς οὐδὲν, καίτοι καὶ κακῶν αὐτοῖς, καὶ μέντοι καὶ ἀγγελίας προηγορευμένων. Καὶ κακὰ μὲν εἶναι τὰς τοῖς εἰωθόσι πλημμελεῖν ηὐτρεπισμένας κολάσεις διαβεβαιούμεθα, ἀγγελίας τε τὰς ἐπ' ἀγαθαῖς ἐλπίσι τιμάς. Ὡς οὐδὲν οὖν τὸ σύμπαν ὠφελημένων τῶν ἐξ αἵματος Ἰσραὴλ, εἰ καὶ ἀνηγγέλκασιν αὐτοῖς οἱ προφῆται τὰ παρὰ Θεοῦ, ἀπειλάς τέ φημι καὶ τῶν ἐσομένων ἀγαθῶν ὑποσχέσεις, Τίνι, φησὶν, ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Σεσιγηκότων δὲ ὥσπερ τῶν ἁγίων προφητῶν, καὶ μέχρι δὴ τούτων τὸν οἰκεῖον στησάντων λόγον, αὐτὸς ὁ τῶν ὅλων Θεὸς τοῖς ἁγίοις ἐπιφωνεῖ λέγων· Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσδέχου, ἐλπίδα ἐπ' ἐλπίδι. Οἱ μὲν γὰρ ἀνουθέτητοι, φησὶν, καὶ πολὺ νοσοῦντες τὸ ἐξήνιον, ἐξώσθησαν εἰκότως, καὶ τῆς ἐν Χριστῷ σωτηρίας ἀμέτοχοι γεγονότες βαδιοῦνται πρὸς ὄλεθρον. Ὑμεῖς δὲ λοιπὸν οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν ἀληθείας, οἱ καθάπερ τινὸς