Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.621
Not analysed yet
βέβληνται δὲ καὶ διὰ φωνῆς Ἡσαΐου· φησὶ γάρ που περὶ τῆς Ἱερουσαλὴμ, Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. Πεπλανῆσθαι λέγων ἱερέα τε ὁμοῦ καὶ προφήτην, καὶ μὴν καὶ ἐκστῆναι φρενὸς ἀγαθῆς διὰ τὸν οἶνον τὸν ἐξ ἀμπέλου Σοδόμων, μέθυσμά τε τὸ νοητὸν, προσεπενεγκὼν δὲ ὅτι τοῦτό ἐστι φάσμα, τοῦτ' ἔστι, κατάπληξις, καὶ οἷόν τι θάμβημα, καταδείκνυσιν εὐθὺς καὶ τὴν τοῦ καταπεπλῆχθαι πρόφασιν, καὶ τῆς τῶν ἱερέων ἐκστάσεώς τε καὶ μέθης τὰ ἐγκλήματα. Ταύτῃ τοί φησιν, Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν. Ἐπάρατος γὰρ ἡ τῶν Ἰουδαίων σκέψις γέγονεν ἀληθῶς, ἡ ἐπί γέ φημι τῷ πάντων Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ. Προαπέστειλε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἁγίους προφήτας, καὶ ἀπεκτόνασιν αὐτούς. Εἶτα μετ' ἐκείνους πέπομφε τὸν ἀγαπητὸν λαβεῖν τοὺς καρποὺς τοῦ ἀμπελῶνος αὐτοῦ, κατά γε τὴν ἐν τοῖς Εὐαγγελίοις παραβολήν. Οἱ δὲ τοῦ ἀμπελῶνος προεστηκότες ἀγνωμονέστατοι γεωργοὶ, καίτοι συνέντες ὅτι αὐτός ἐστιν ὁ υἱὸς, καὶ ὁ τοῦ χωρίου δεσπότης, εἶπον, φησὶν, ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ. Ἐπάρατος τοίνυν, φησὶν, ἡ τοιάδε βουλή. Ταύτης καὶ ὁ μακάριος Δαβὶδ μέμνηται λέγων ποτὲ μὲν, ὅτι «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ποτὲ δὲ πάλιν περὶ τῶν τὰ τοιάδε πεπλημμεληκότων· Καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτοὺς, ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆναι. Ὄσον μὲν γὰρ ἧκεν εἰς δύναμιν ἐπιχειρημάτων, ἀπέκτειναν τὸν υἱὸν, οἰηθέντες ὅτι τὸν δεσποτικὸν αὐτοὶ καθέξουσι κλῆρον· ἀνεβίω δὲ ὡς Θεὸς, καὶ ἀπώλεσε μὲν κακοὺς κακῶς, τοὺς ἀλητηρίους καὶ ἀγνώμονας γεωργοὺς, ἐκδέδωκε δὲ τὸ χωρίον ἑτέροις, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγγελισταῖς, καὶ τοῖς τῶν ἁγίων Ἐκκλησιῶν διδασκάλοις. Ἐπάρατος οὖν ἡ τῶν Ἰουδαίων βουλὴ, γέγονε γὰρ ἕνεκα πλεονεξίας. Πλεονεξία γὰρ ἀληθῶς τὸ ἐθελῆσαι τοὺς οἰκέτας κατεπιφύεσθαι τοῦ δεσπότου, ἴδιόν τε πεποιῆσθαι κλῆρον τὸν οὗ τετάχαντο γεωργοὶ, καίτοι μισθὸν ἔχοντες διαρκῆ τῆς ἱερωσύνης τὰ γέρα, καὶ τὰς ἐκ τοῦ τῶν ἄλλων προτετάχθαι τιμάς. Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Ἔθος τοῖς ἁγίοις προφήταις, καὶ πάσῃ δὲ τῇ θεοπνεύστῳ Γραφῇ διὰ δύο πράγματα ἐπείγεσθαι καὶ συνωθεῖν ἐπὶ τὸ βιοῦν ὀρθῶς ἑλέσθαι τὸν ἄνθρωπον. Ἢ γὰρ τοῖς τῆς κολάσεως δείμασι τὸν ἀπεσκληκότα νοῦν οἱονεὶ περιθραύοντες μετασοβοῦσιν ἐπὶ τὸ ἄμεινον, ἢ ταῖς τῶν γερῶν ὑποσχέσεσιν ἀποτελοῦσιν εὐτολμοτέρους περὶ τὸ χρῆναι τληπαθεῖν ὑπὲρ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων· ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἡσαΐου πρὸς Ἰουδαίους, «Καὶ ἐὰν θέλητε καὶ εἰς-