Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.628
Not analysed yet
βηκότα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ· ταύτῃτοι καὶ μάλα εἰκότως ἐν ἐνδείᾳ γεγόνασι τῆς θεοσδότου τροφῆς· «Οὐ γὰρ ἐπ' ἄρτῳ,» φησὶ, «μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Καὶ πεπαρῳνήκασι μὲν εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καίτοι δεδυσσεβηκότα οὐ φορητῶς ἐκάλει πρὸς μετάγνωσιν διὰ τῶν ἁγίων ἀποστόλων. Προσπεφώνηκε γοῦν αὐτοῖς ὁ μακάριος Πέτρος, ὅτι δὴ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς. Πλὴν καὶ τοῦτο προσετίθει, «Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.» Οἱ τοίνυν, φησὶν, ἀπεσπασμένοι ἀπὸ μαστοῦ τε καὶ γάλακτος, οἱ κεκλημένοι πρὸς ἀποστολήν. Καὶ τῶν νέων κηρυγμάτων γεγονότες ἱερουργοὶ, λαλήσουσι τῷ λαῷ τούτῳ καταδεικνύοντες ἐναργῶς, ποία μὲν ἀνάπαυσις ἔσται τῷ πίνοντι, καὶ οἷον τὸ σύντριμμα, τοῦτ' ἔστι, τί τὸ ὠφέλιμον, καὶ τὸ ἐναντίον. Καὶ οὐκ ἂν ἀκούσειεν ἄν. Ὅθεν, οἶμαι, κεκινημένος τις τῶν ἁγίων ἔφη πρὸς αὐτούς· «Σκληροτράχηλοι καὶ ἀπειθεῖς τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ ἁγίῳ Πνεύματι ἀντιπίπτετε.» Ἄθρει γὰρ ὅπως καίτοι δεδυσσεβηκότες οὐ φορητῶς παιδαγωγοὺς ἐσχήκασι τοὺς ἁγίους ἀποστόλους ἀποκομίζοντας εἰς μετάγνωσιν καὶ τὴν τοῦ συμφέροντος γνῶσιν ἐνιέντας αὐτοῖς· οἱ δὲ ἦσαν ἀγέρωχοι, καὶ πολὺ λίαν ἀπεσκληκότες, καὶ ἀσχέτως ἀπονενευκότες εἰς τὸ ἀπειθὲς καὶ δυσάγωγον τοῦ τρόπου. Καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψει, ἐλπὶς ἐπ' ἐλπίδι. Τίσιν ἔσται; Τοῖς ἁγίοις ἀποστόλοις δηλονότι καὶ εὐαγγελισταῖς, οἳ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα, περιῄεσαν τὴν ὑπ' οὐρανὸν σαγηνεύοντες τοὺς πεπλανημένους, προσκομίζοντες διὰ πίστεως τῷ Χριστῷ τοὺς πάλαι λέγοντας τῷ ξύλῳ· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθω, Σὺ ἐγέννησάς με. Πλὴν οὐκ ἀνιδρωτὶ κατωρθώκασι τῆς οἰκείας ἀποστολῆς τὸν δρόμον, ἀλλὰ θλιβόμενοι, κακουχούμενοι, καὶ τὰς τῶν ἀφιλοθέων ὑπομένοντες ἐπιβουλάς. Γέγονεν οὗν αὐτοῖς τὸ λόγιον Κυρίου θλίψις ἐπὶ θλίψει, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ἐλπὶς ἐπὶ ἐλπίδι. Ἀνατλάντες γὰρ τοὺς ὑπέρ γε τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας, ἐπ' ἐλπίσιν ἔσονται μακραῖς, μᾶλλον δὲ καὶ ἀτελευτήτοις, καὶ τὸν τῆς ἀφθαρσίας περικείσονται στέφανον συμβασιλεύοντες τῷ Χριστῷ. Ἔτι μικρὸν, ἔτι μικρὸν, ἵνα πορευθῶσι, καὶ πέσωσιν εἰς τὰ ὀπίσω, καὶ κινδυνεύσωσι, καὶ συντριβήσονται, καὶ ἁλώσονται. Καταθήγει πρὸς ἀνδρείαν, καὶ ἀλείφει πρὸς ὑπομονὴν τοὺς ἁγίους μυσταγωγούς. Διεκήρυττον μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς σωτηρίας αὐτοῖς εὐηγγελίζοντο λόγον. Ἀλλ' ἐπεπήδων αὐτοῖς θηρίων ἀτιθάσσων δίκην, εἰσεκόμιζον εἰς συνέδρια, καὶ οἷά τι τῶν ἄγαν ἐκτοπωτάτων ἐγκαλοῦντες αὐτοῖς τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, λοιδορίαις μὲν ταῖς