Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.629
Not analysed yet
κατ' αὐτῶν ἐχρῶντο πικραῖς, καταικισάμενοι δὲ, καὶ ταῖς διὰ μαστίγων πληγαῖς καταξαίνοντες ἔφασκον· «Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.» Καὶ καθ' ἑτέρους δὲ τρόπους ἐπιφυόμενοι, καὶ ἀγρίως ἐπιβουλεύοντες, συντριβῆς αὐτοῖς καὶ ἱδρώτων γεγόνασι πρόξενοι. Ἐξυφαίνει τοίνυν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς διαρκῆ τὴν παράκλησιν, καὶ τὸν ὅσον οὐδέπω παρεσόμενον τῶν διωκόντων ὄλεθρον προαναφαίνει λέγων· Ἔτι μικρὸν, ἔτι μικρόν. Οὐ γὰρ μακρὸς ἔσται, φησὶν, ὁ καιρὸς τοῦ καὶ ὀπίσω πεσεῖν αὐτοὺς, συντριβῆναί τε καὶ κινδυνεῦσαι, καὶ μὴν καὶ ἁλῶναι καὶ πορευθῆναι πρὸς ὄλεθρον. Ταυτὶ δέ φαμεν τοῖς Ἰουδαίων συμβῆναι λαοῖς νοητῶς τε ἅμα καὶ σωματικῶς, ἤγουν αἰσθητῶς. Κεκινδυνεύκασι γὰρ καὶ ἀπολώλασι κατὰ δύο τρόπους, τοῦτο μὲν πολέμῳ τε καὶ πολιορκίαις δαπανώμενοι. Τοῦτο δὲ, καὶ αὐτῷ τῷ Σατανᾷ γλυκὺ γεγονότες θήραμα, καὶ ταῖς ἑαυτῶν κεφαλαῖς τὸν ἐκ τῆς ἀσεβείας ἐπαντλήσαντες ὄλεθρον. Διὰ τοῦτο ἀκούσατε λόγου Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλὴμ, ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας. Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἐπειδὴ γὰρ, φησὶν, ἀφόρητα τὰ ἐσόμενα καθ' ὑμῶν, καὶ τοὺς μέχρι παντὸς ἀσεβεῖν εἰρημένους πικρά τε καὶ δυσδιάφυκτος ἐκδέξεται δίκη· διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου. Ἦν γὰρ ἀπονεῦσαι τοῦ κακοῦ, τοῖς ἀποστολικοῖς κηρύγμασιν ἐπενεγκόντας τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς ἀμελητὶ συννεύοντας. Ἀκούσατε τοίνυν τὸν λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τεθλιμμένους δὲ φησὶ τοὺς ἐξ Ἰσραὴλ, ἅτε δὴ τῷ κατακρίνοντι νόμῳ πεφορτισμένους. Ὀργὴν γὰρ ὁ νόμος κατεργάζεται, καὶ ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν, ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος τοῖς μετὰ τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ὑπονοστεῖν ἐθέλουσιν ἐπὶ τὰς τοῦ νόμου σκιὰς ἐπιστέλλει καί φησι· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ὑμῶν πεπλάτυται, οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν, τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.» Τεθλιμμένοι τοίνυν εἶεν ἂν οἱ ὑπό γε τῇ Μωσέως ἐντολῇ ἔτι κείμενοι καὶ πεπιεσμένοι τρόπον τινὰ, καὶ τοῦ νόμου τὸ δυσαχθὲς ἔχοντες εἰς νοῦν καὶ καρδίαν. Προσπεφώνηκε μὲν οὖν ἄρχουσί τε καὶ λαοῖς. Εἶτα μεταξὺ παρεντίθησί τινα τῶν Ἰουδαίων λόγον, ἐξ ἀπονοίας τε καὶ οἷον ἐξ ἀπογνώσεως αὐτοῖς ἀνοσίως ἐξηυρημένον. Καὶ ποῖος οὗτός ἐστι, ἀναγκαίως με εἰπεῖν· ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς μακρόθυμός τε καὶ ἀνεξίκακος ὢν, οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπηφίει τὴν κόλα-