Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.633.1
Not analysed yet
σφίγγοντα πρὸς ἑνότητα τὴν πνευματικὴν τοὺς δύο λαοὺς, τόν τε ἐξ Ἰσραὴλ, φημὶ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν· ἀεὶ γάρ πως ἐν ταῖς γωνίαις τῶν οἰκοδομημάτων δύο συμβαίνουσι τοῖχοι, καὶ ἀλλήλοις συναρμολογούμενοι κατασφίγγονται πρὸς ἑνότητα. Ἀλλ' ὁ πιστεύων, φησὶν, ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ἄθρει δὲ ὅπως ἀνίησι τρόπον τινὰ τοὺς πεπιεσμένους, καὶ τοῖς τεθλιμμένοις κατευρύνει τῆς εὐαγγελικῆς πολιτείας τὸ ἐλεύθερον. Ὦ γὰρ τεθλιμμένοι, φησὶν, ἰδοὺ τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών. Καὶ τί τὸ ἐντεῦθεν ὄφελος; Ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ἀναπείθει δὲ διὰ τούτου τῆς τοῦ νόμου δυσαχθείας ἀπολύσασθαι τὸν αὐχένα, καὶ τῆς ἀνοήτου, καὶ ἀδρανοῦς ἀποφοιτῆσαι σκιᾶς, ἀνθελέσθαι δὲ μᾶλλον τὴν διὰ πίστεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν ἁρπάσαι πόνον ἔχουσαν οὐδένα. Θήσω δὲ, φησὶν, εἰς ἐλπίδα κρίσιν, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Καὶ γὰρ ὡς αὐτός φησιν ὁ Σωτήρ· «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Τοῦτο συνεὶς ὁ μακάριος Παῦλος ἐπιστέλλει καί φησιν, ὅτι «Τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Ἔσεσθαι τοίνυν τὴν κρίσιν ἐλπίζομεν, ἐλεεῖσθαι δὲ οὕτως ὡς ἂν ἑκάστῳ πρέπει, καὶ ἀναλόγως δηλονότι τοῖς κατωρθωμένοις. Τοῦτο γὰρ οἶμαι δηλοῖ τὸ, ἐλεημοσύνην γίνεσθαι παρὰ τοῦ κρίνοντος ἡμᾶς εἰς σταθμοὺς, τοῦτ' ἔστι, κατὰ τὸν τοῦ δικαίου, καὶ οἷον ἰσοῤῥοποῦντα ταῖς ἀγαθουργίαις λόγον. Καὶ οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην, οὐ μὴ ἐμμείνῃ; Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. Πρωῒ, πρωῒ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Ἔφην, ὅτι τῶν ἁγίων προφητῶν τοῖς ἐξ αἵματος Ἰσραὴλ, προαγορευόντων τὰ ἐσόμενα, καὶ τὴν θείαν ὀργὴν μονονουχὶ καὶ παροῦσαν ἤδη καταδεικνύντων αὐτοῖς, εἰς ἐκτόπους ἀπονοίας ἀπογαυρούμενοι διελογίζοντό τε καὶ ἔφασκον, ὅτι Κἂν εἰ γένοιτο ταῦτα τυχὸν, ἀλλ' οὖν εἰς ἀνάβλησιν ἔσται καιρῶν, καὶ οὐκ αὐτίκα παρέσται τῶν προηγγελμένων τὸ πέρας, δαπανηθήσεται δὲ τῆς ἡμετέρας ζωῆς ὁ χρόνος, καὶ μεθ' ἡμᾶς ἔσται τὰ δεινά. Ταῦτα δὲ λέγοντες καὶ ἐνθυμούμενοι, μονονουχὶ καὶ συνθήκας ἐδόκουν μετὰ τοῦ θανάτου ποιεῖσθαι, καὶ οἷον ἐλπίδα τὴν πρὸς τὸν ᾅδην. Ταύτῃ τοί φησι πρὸς αὐτούς· Οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς. Φοβήθητε μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ. Οἶδε γὰρ, οἶδε καρδίας καὶ νεφροὺς, καὶ τῶν εἰς νοῦν κινημάτων τὴν δύναμιν ὁ τῶν ὅλων Δημιουργός. Ὅταν οὖν ἐλπίδα τὴν τοιαύτην ἔχουσα φησί· Μὴ ἆρά πως τὰ ἐν ὑμῖν ἐγνωκὼς ἀποστήσῃ ταύτην ὑμῶν τὴν μετὰ τοῦ θανάτου συνθήκην; Ἀποστήσει δὲ τίνα τρόπον; Εἰ γὰρ ἐπέλθοι τὰ ἐξ ὀργῆς, τοῦτ' ἔστιν, ἡ