Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.636
Not analysed yet
καταιγὶς, οὐχ ἕτεροί τινες τῶν μεθ' ὑμᾶς, ἀλλ' ὑμεῖς αὐτοὶ γενήσεσθε εἰς καταπάτημα. Καὶ λήψεται ὑμᾶς πρωῒ πρωῒ, τοῦτ' ἔστιν, οὐκ εἰς μακρὰν, ἀλλ' οἷον ὄρθρου τε καὶ αὔριον. Οὐκ ἔσται ὅλως ἀνάπαυσις ἐκ κακῶν, ἀλλ' ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρὰ, τοῦτ' ἔστι, κατὰ πάντα καιρὸν τῇ τῶν δεινῶν προσδοκίᾳ δαπανηθήσεσθε. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ὁ ἀποστήσων τῆς συμφορᾶς τὴν ἔφοδον; ἢ τίς τῷ θείῳ διαμάχεται θυμῷ; Μάθετε ἀκούειν, στενοχωρούμενοι· Οὐ δυνάμεθα μάχεσθαι. Καὶ αὐτοὶ δὲ ἀσθενοῦμεν, τοῦ ἡμᾶς συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών. Μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Ἀγαθὸς ὢν λίαν ὁ τῶν ὅλων Θεὸς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ταύτῃ τοι νουθετῶν τοὺς ἠσθενηκότας καὶ ἀνακομίζων εἰς εὐθεῖάν τε καὶ ἀπλανῆ τρίβον τοὺς τῆς ἑαυτῶν ψυχῆς κατημεληκότας, διὰ παντὸς ἔρχεται τρόπου τε καὶ λόγου. Ποτὲ μὲν γὰρ ταῖς τῶν κολάσεων ἀπειλαῖς καὶ τοῖς ἐξ ὀργῆς δείμασι προκαταπτοῶν πρὸς τὸ ἄμεινον, ποτὲ δὲ ταῖς τῶν ἀγαθῶν ὑποσχέσεσι σαγηνεύει πρὸς τὸ συμφέρον. Ἀπειλήσας τοιγαροῦν καὶ προειρηκὼς, ὅτι τε πάντη τε καὶ πάντως ἁλώσονται μὲν ὑπὸ τῆς καταιγίδος, ἤτοι τῆς ὅσον οὐδέπω κατ' αὐτῶν ἐσομένης συμφορᾶς, καὶ ὅτι κατὰ πάντα καιρὸν ἐν ἐλπίσιν ἔσονται πονηραῖς· κατὰ τὸν τῆς παρακλήσεως χαρίζεται λόγον καὶ ἀπογινώσκειν οὐκ ἐᾷ. Καθάπερ τις τῶν ὅτι μάλιστα σοφῶν καὶ εὐτεχνεστάτων ἰατρῶν, οἳ τῶν τοῦ σώματος μελῶν τὰ ἠῤῥωστηκότα, ποτὲ μὲν δριμεῖ θεραπεύουσι φαρμάκῳ, καὶ τοῖς ἄγαν εὐσθενεστάτοις ἐπικουρήμασι τὴν ἐπὶ τὰ χείρω τῶν παθῶν ἐπίδοσιν ἀνακόπτουσι, ποτὲ δὲ συμμέτροις καὶ οἷον ἡμερωτάτοις μονονουχὶ καταγοητεύοντες, εὖ μάλα καταμαλθάσσουσιν. Ἀπειλήσας τοίνυν νουθετεῖ, καὶ τοῖς εὐαγγελικοῖς κηρύγμασιν ὑποθῆναι τὸν νοῦν διακελεύεται, λέγων· Μάθετε ἀκούειν, στενοχωρούμενοι. Εἶτα, φησὶ τὸ, Οὐ δυνάμεθα μάχεσθαι. Διαμνημονεύει δὲ καὶ τῶν ἐν τῇ φάραγγι Γαβαῶν γεγονότων κατὰ καιρούς. Καὶ πεποίηται μὲν ἀσυμφανῶς λίαν ἡ τῶν λέξεων ἀπόδοσις, καὶ αὐτὸ δὲ τῆς συνθήκης τὸ ὕφος. Οἶμαι δὲ δεῖν τὰ ἐκ τῆς ἱστορίας εἰπεῖν. Ἔσται γὰρ οὕτω καὶ μόλις ἐναργὲς τοῖς φιλομαθέσι τὸ δηλούμενον. Στρατηγοῦντος τοίνυν καὶ καθηγουμένου τῶν ἐξ Ἰσραὴλ τοῦ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ταῖς τῶν ἐθνῶν χώραις οὐ φορητῶς κατασκήπτοντος, πλείστων τε ὅσων ἀπολωλότων, τὰ ἶσα παθεῖν δεδιῶτες οἱ ἐκ Γαβαῶν, πόλις δὲ αὕτη τῶν ἀλλοφύλων μία, προσδεδραμήκασιν αὐτῷ, καὶ ψευδοεποῦντες ἔλαθον ἐν ἀρχαῖς, καὶ δὴ καὶ εἰσεδέχθησαν. Ἐπειδὴ δὲ μετὰ τοῦτο, τίνες τε καὶ ὅθεν εἰσὶν ἐγνώσθησαν, ὑδροφόροι τε καὶ ξυλοκόποι γεγόνασι τῇ συναγωγῇ. Τοῦτο μεμαθηκότες οἱ τῶν ἐθνῶν βασιλεῖς, πέντε δὲ οὗτοι, κατεστράτευσαν τῆς Γαβαῶν, ἐγκαλοῦντες ὅτι προσπεφεύγασι τοῖς ἐξ Ἰσραήλ. Ἐπειδὴ δὲ ἦσαν ἐν ἐσχάτοις οἱ ἐκ Γαβαῶν, καὶ ἀμήχανον ἑαυτοῖς ἐλογίζοντο τὴν ἀντίστασιν, σώζεσθαι παρεκάλουν διὰ χειρὸς