Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.65
Not analysed yet
Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρὸς, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Ὁ σοφὸς εἴρηκεν Σολομὼν, ὅτι Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· καὶ ἀληθὴς ὁ λόγος. Ἑκάστῳ γὰρ ἡμῶν τὰ ἴδια πλημμελήματα προξενεῖ τὸν ὄλεθρον, καὶ τὰς ἐκ θείας ὀργῆς ἐπιφέρει δίκας. Ὁποῖόν τι πεπόνθασιν οἱ ἐξ Ἰσραήλ. Εἰργάσαντο μὲν γὰρ ἑαυτοῖς τοὺς ψευδωνύμους θεοὺς, καὶ ἐπ' αὐτοῖς ἐσχήκασι τὴν ἐλπίδα, τοῦ δύνασθαι κατακρατεῖν ἐχθρῶν. Ἀλλ' αὐτὸ δὴ τοῦτο γέγονεν αὐτοῖς μονονουχὶ πῦρ τε καὶ ξύλα. Διὰ γὰρ ταύτην τὴν πλημμέλειαν δέδονται πυρὶ, καὶ τοῦτο ἀσβέστῳ, τοῦτ' ἔστι, δειναῖς τε καὶ ἀκαταλήκτοις συμφοραῖς, ἐπαμύνοντος οὐδενός. Καὶ τοῦτο ἡμῖν σαφὲς καθίστησι, λέγων· Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρός. Ἡ προσδοκηθεῖσα, φησὶν, ἔσεσθαι δύναμις αὐτοῖς, ἔσται ὡς καλάμη στιππύου, τοῦτ' ἔστι, τροφὴ πυρὸς καὶ ὑπέκκαυμα, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, ὡς πυρὸς σπινθῆρες ἀκοντιζόμενοι κατ' αὐτῶν. Καυθήσονται οὖν οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Παραιτητέον τοίνυν τὸ προσκρούειν Θεῷ, καὶ τὸ δρᾷν ἐκεῖνα . . . . . . . . . . . . . . . . . . . . . . . αὐτὰ γὰρ ἡμῶν τὰ ἔργα, καὶ πῦρ ἡμῖν ἔσται καὶ τροφὴ πυρὸς, καθάπερ ἀμέλει καὶ τὰ ἐκ πράξεων ἀγαθῶν αὐχήματα, καὶ ζωῆς καὶ δόξης ἐμποιητικὰ τοῖς κατορθοῦσιν εὑρίσκεται. ΛΟΓΟΣ Βʹ. Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἡσαΐαν, υἱὸν Ἀμὼς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. Συγγενῆ τοῖς φθάσασι τὰ προκείμενα, καὶ διὰ τῶν ἴσων ἐννοιῶν ἐρχόμενα κατίδοι τις ἂν αὐτὰ, λεπτὸν ἐπιστήσας τοῖς θεωρήμασι τῆς διανοίας τὸν νοῦν. Γεγόνασι γὰρ οἱ πάλαι παρὰ Θεοῦ λόγοι πρὸς τὸν θεσπέσιον προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ τῆς Ἱερουσαλήμ. Δοκεῖ δέ πως, μέσην τινὰ καὶ οὐ σφόδρα σαφῆ τῆς ὁράσεως τὴν ἀπόδοσιν ἔχειν τοῦ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. Πλὴν ὡς ἔνι σαφηνιοῦμεν αὐτὴν τὴν τῆς ὁράσεως δύναμιν, οἱονεί πως ἐν βραχεῖ συνενεγκόντες εἰς νοῦν. Ἐπειδὴ γὰρ τῆς μὲν αἰσθητῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ τὴν δῄωσιν πειρᾶται λέγειν, τῆς γε μὴν ἐν Χριστῷ καὶ νοητῆς τὴν ἀνάδειξιν, καὶ τὴν ἐν τῷδε τῷ κόσμῳ φανέρωσιν· ταύτης ἕνεκα τῆς αἰτίας, οὐχ ὑπέρ γε τῆς Ἰουδαίας, οὔτε μὴν κατὰ τῆς Ἱερουσαλὴμ, ἀλλὰ περὶ τῆς Ἰουδαίας, καὶ περὶ τῆς Ἱερουσαλὴμ τεθεᾶσθαί φησι τὴν ὅρασιν. Αἰσθητὴν δέ φαμεν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, αὐτὴν μὲν τὴν χώραν ἐν ᾗ κατῴκηκεν ὁ Ἰσραὴλ, καὶ αὐτὸ τὸ σύστημα τῆς Ἰουδαίων συναγωγῆς. Νοητὴν δὲ πάλιν Ἱερουσαλὴμ, ἤγουν Ἰουδαίαν, τὴν Ἐκκλησίαν εἶναι νομιοῦμεν, ἤτοι τὴν ἐν πνεύματι περιτομὴν, τοῦτ' ἔστι, τοὺς ἐν Χριστῷ τὴν ἀχειροποίητον περιτομὴν εἰς νοῦν ἔχοντας καὶ καρδίαν. Καὶ γοῦν Ἰουδαίοις