Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.64
Not analysed yet
νασι κακῶν. Περιπεπτώκασι γὰρ ταῖς Ῥωμαίων στρατιαῖς, οἳ καὶ πᾶσαν ἄρδην ὠλόθρευσαν Ἰουδαίαν, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἐξελέσθαι δυναμένου, καὶ τῆς οὕτω πικρᾶς ἐξελέσθαι συμφορᾶς. Ταύτῃ τοί φησιν, ὅτι «Καταισχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐν τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν.» Ἄλση μὲν γὰρ καὶ δρυμοὺς καταλαμβάνοντες, εἶτα τοῖς εὐμηκεστέροις τῶν φυτῶν εἴδωλα περιιδρύσαντες, ἐγείροντές τε βωμοὺς, σωτῆρας ἐπεκάλουν, τοὺς ψευδωνύμους θεοὺς, καὶ ἐπ' αὐτοῖς τοῖς ἔργοις τῶν ἰδίων χειρῶν πᾶσαν ἔθεντο τὴν ἐλπίδα, τὴν τοῦ δύνασθαι κατευμεγεθεῖν ἐχθρῶν, καὶ καταγωνίζεσθαι ῥᾳδίως τοὺς ἀνθεστηκότας. Ἐπειδὴ δὲ οἱ μὲν πολέμιοι παρῆσαν, καὶ δεδράκασι τὰ ἐχθρῶν, ἀπομεμένηκε δὲ παρὰ τῶν ἰδίων θεῶν ἀνεπικούρητος Ἰσραὴλ, κατῃσχύνθησαν ἐπὶ τοῖς εἰδώλοις αὐτῶν. Τεθέανται γὰρ αὐτοὺς καὶ πρό γε τῶν ἄλλων ἐμπιπραμένους ὁμοῦ τοῖς κήποις, ἤγουν τοῖς ἄλσεσι, καὶ αὐτοῖς τεμένεσι καὶ βωμοῖς. Οὐκοῦν διημαρτήκασι τῆς ἐλπίδος, ὅτε παθόντας τεθέανται τοὺς ἑαυτῶν θεοὺς, τότε συνέντες μόλις τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον παρὰ Θεοῦ· «Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;» Παθόντες τοίνυν τὴν ἐντροπὴν τὴν ἐπί γε τοῖς ἰδίοις θεοῖς, οὓς ἐπεθύμησαν αὐτοὶ, καὶ μέντοι τοῖς κήποις, ἔσονται ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· τοῦτ' ἔστι, γυμνοί τε καὶ ἀτιμότατοι, καὶ πολὺ νοσοῦντες τὴν ἀκαρπίαν, δῆλον δὲ ὅτι τὴν νοητὴν τὴν ἐν πράξεσιν ἀγαθαῖς. Ἡ μὲν γὰρ τερέβινθος, ἤγουν ἕτερόν τι τῶν φυτῶν, ἕως μὲν ταῖς ἰδίαις ἄνθαις ὁρᾶται κατάκομον, τὴν αὐτῷ πρέπουσαν ἀποσώζει δόξαν· ἀποβεβληκὸς δὲ τὰ φύλλα, ξηρὸν ἔσται καὶ ἀκαλλὲς, καὶ οἷον ἠτιμασμένον. Παράδεισος δὲ πάλιν, εἰ μὲν ἔχοι πηγὰς, εὐδενδρότατος ἔσται τις, καὶ ταῖς τῶν καρπῶν ἀφθονίαις πολυειδῶς ἐναβρύνεται. Ξηρὸς δὲ καὶ ἄνυδρος ὢν, ἔσται που πάντως ἐν ἀκαρπίᾳ, μᾶλλον δὲ καὶ αὐτῶν νοσήσει τὴν ἐρημίαν. Ἄτιμος τοίνυν καὶ ἄκαρπος ἀπομεμένηκεν ὁ Ἰσραήλ. Ποῖος γάρ ἐστι καρπὸς ἀρετῆς ἐν τοῖς τῶν εἰδώλων θεραπευταῖς; Ἢ πῶς οὐχ ἁπάσης ἀτιμίας ἔμπλεως, ὁ Θεὸν ἀφεὶς τὸν ἕνα καὶ φύσει, «καὶ λέγων τῷ ξύλῳ, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με;» Ἔσται δὲ καὶ ἑτέρως Ἰσραὴλ ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, τὴν τοῦ νόμου τηροῦντες σκιὰν, προσεοίκεσαν φυτοῖς, καρπὸν μὲν οὐκ ἔχουσι, πλὴν εὖ μάλα περιηνθισμένοις ταῖς τῶν φύλλων ἐκβολαῖς. Ἐπειδὴ δὲ προσκεκρούκασι τῷ Χριστῷ, καὶ αὐτὴν ἀποβεβλήκασι τὴν τῆς σκιᾶς τήρησιν. Οὐ γὰρ ἔτι τηροῦσι τὰς κατὰ νόμον θυσίας, οὔτε μὴν τοῖς νομικοῖς αὐχήμασιν ἐπισεμνύνονταί ποθεν· ὀλίγιστα δὲ κατὰ πόλεις τῶν ἀρχαίων τηροῦντες ἐθνῶν, ἄκαρποί εἰσιν καὶ ἠτιμωμένοι· καὶ μάλα εἰκότως. Ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθ' ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ.