Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.669
Not analysed yet
κασιν. Ὅτι γὰρ τὴν παρ' αὐτοῦ πλουτοῦντες εὐμένειαν, οὐκ ἂν ὑπηνέχθησαν τοῖς τῶν πολεμούντων ποσὶν, ἡ τῶν ἤδη φθασάντων πιστώσεται πεῖρα. Τίνα γὰρ οὐ νενικήκασι; τίνος οὐ κεκρατήκασι διὰ Θεοῦ; Ἀλλ' οὐδὲν εἶναι καταλογιζόμενοι τὸ σώζεσθαι παρ' αὐτοῦ, μᾶλλον δὲ τὸ μὴ δύνασθαι σώζειν τινὰς τῆς πανσθενοῦς καθορίζοντες δεξιᾶς τὰς ἐξ ἀνθρώπων ἐζήτουν ἐπικουρίας. Ἀλλ' ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς εἰς αἰσχύνην καὶ ὄνειδος. Εἰσὶ γὰρ ἐν Τάνει, φησὶν, ἀρχηγοὶ, ἄγγελοι πονηροί. Κατέβησαν γὰρ εἰς Αἴγυπτον οἱ ἐξ Ἰσραὴλ, ᾤοντό τε, καθάπερ ἔφην ἀρτίως, ἀρκέσειν αὐτοῖς τῶν ἐν Τάνει καθηγητῶν, ἤτοι βασιλέων, τὴν ἐπικουρίαν. Ἀλλ' ἦλθον κἀκεῖσέ τινες ἀπαγγέλλοντες τοῖς κρατοῦσι τῆς χώρας πονηρὰ, καὶ δύσοιστα, κεχώρηκε γὰρ κατὰ τῶν Αἰγυπτίων ὁ Ἀσσύριος, μετά γε τὸν πρὸς Τυρίους πόλεμον. Μάτην οὖν ἄρα, φησὶν, οἳ ἐξ Ἰσραὴλ κοπιάσουσι κατατρέχοντες πρὸς λαὸν, ὃς κατ' οὐδένα τρόπον αὐτοὺς ὀνῆσαι δυνήσεται. Ἔσται γὰρ αὐτοῖς οὔτε ἀποχρόντως ἔχων εἰς ἐπικουρίαν, οὔτε μὴν εἰς τὸ δύνασθαι τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν, ἀλλ' εἰς αἰσχύνην, καὶ ὄνειδος. Ἕπεται γὰρ ἀεὶ τοῖς τὴν ἑαυτῶν καρδίαν ἀποστήσασι τῆς εἰς Θεὸν ἐλπίδος, τὸ πάντη τε καὶ πάντως παντὶ περιπίπτειν κακῷ. Καὶ ἀληθεύει λέγων ὁ μακάριος Δαβίδ· «Ἀγαθὸν τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Ἐκρύεται δὲ καὶ παντὸς ἀπαλλάττει κακοῦ τοὺς ἀγαπῶντας αὐτὸν, καὶ αὐτῷ προσκεῖσθαι σπουδάζοντας.» Η ΟΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ΕΝ ΤΗ ΕΡΗΜΩ. Ὡς τεθεαμένος τινὰ τῶν ἐσομένων κατὰ καιροὺς κατὰ τὴν τῶν Ἰουδαίων χώραν. Καὶ νῦν ἡμῖν ὁ προφήτης ποιεῖται τὴν ἀφήγησιν. Χρῆναι δέ φημι τῆς ἱστορίας ἡμᾶς διαμνημονεῦσαι πάλιν, ἐφ' ᾗ γέγονεν ὁ λόγος αὐτῷ. Ἔσται γὰρ οὕτω τοῖς ἐντευξομένοις ἐνκάτοπτος τῶν προκειμένων ἡ δύναμις. Βασιλεύοντος τοίνυν τῆς Ἰουδαίων χώρας Ἰεχωνίου τοῦ Ἐλιακείμ· εἶτα πολὺ διανενευκότος τοῦ Ἰσραὴλ εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκειμένου· τε ἄγαν καὶ παροτρύνοντος ἐφ' ἑαυτῷ τὸν τῶν ὅλων Θεόν· πλεῖστοι μὲν ὅσοι γεγόνασι πρὸς αὐτοὺς οἱ λόγοι διὰ φωνῆς Ἱερεμίου καλοῦντος εἰς μετάγνωσιν, συμβουλεύοντός τε καὶ μάλα εὐφρόνως, ἀποτρίψασθαι μὲν τὸν ἔκ τε τοῦ πεπλανῆσθαι μῶμον, μᾶλλον δὲ τῆς εἰς ἄκρον δυσσεβείας ἀποκρούσασθαι τὰ ἐγκλήματα μεταχωροῦντας ἐπὶ τὸ ἄμεινον, καὶ παλινδρομοῦντας εἰς ἀλήθειαν. Οἱ δὲ ἦσαν σκληροί τε καὶ ἀνουθέτητοι, καὶ τοὺς τῶν ἁγίων προφητῶν ἀποσειόμενοι λόγους, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι παρεσκεύαζον. Κατατεθηγμένος τοίνυν ἐπ' αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, κατεξανέστησε τὸν Ναβουχοδονόσορ, ὃς εἷλέ τε τὴν Ἰουδαίαν, καὶ κατεμπρήσας τὰς ἐν αὐτῇ πόλεις τε καὶ κώμας προσκατέστησε τὸν Σεδεκίαν. Ἀποσκιρτήσαντος δὲ καὶ αὐτοῦ, λελυπημένος ὁ Ἀσσύριος κατεστράτευσε πάλιν τῆς Ἱερουσαλήμ· καὶ δὴ καὶ ἑλὼν, καὶ αὐτὸν δὲ τὸν θεῖον κατεμπρήσας ναὸν, ὑπενόστησε εἰς τὴν ἑαυ-