Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.668
Not analysed yet
Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίαν ἐφ' ἁμαρτίαις· οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. Ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ' Αἴγυπτον ὄνειδος, ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροί· μάτην κοπιάσουσι πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς, οὔτε εἰς βοήθειαν, οὔτε εἰς ὠφέλειαν, ἀλλ' εἰς αἰσχύνην καὶ ὄνειδος. Ταλανίζει πάλιν ὡς φιλαμαρτήμονας καὶ ἀποστάτας γεγονότας τοὺς ἐξ Ἰσραὴλ, πονηρούς τε ἄγαν καὶ πικρὰ βουλευομένους, οὐ διὰ Θεοῦ. Οὐ γάρ τοι θέμις μετὰ Θεοῦ βουλεύεσθαι, τοὺς ἐπί τινι τῶν φαύλων ὁμογνωμονεῖν ἐθέλοντας. Βουλεύσεται δὲ μετὰ Θεοῦ, καὶ χωρήσει πρὸς τὰ πρακτέα πᾶς εἴ τίς ἐστιν εὐσεβής τε καὶ ἀγαθὸς, καὶ δικαιοσύνης ἐραστής. Γέγραπται γὰρ, ὅτι «Λογισμοὶ δικαίων κρίματα.» Καταιτιᾶται τοίνυν τὸν ἀπόκλητον Ἰσραὴλ, ὡς ἀπᾴδουσαν τῷ Θεῷ γνώμην εἰσενεγκάμενον ἐπὶ Χριστῷ. Διεσκέπτοντο μὲν γὰρ συνεδρεύοντες, καὶ δὴ καὶ ἔφασκον· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ὑμῶν καὶ τὴν πόλιν καὶ τὴν χώραν. Ἕτερος δέ τις τῶν τεταγμένων ἐν ἡγουμένοις, Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Σαφέστερον τοῦτο αὐτὸ διδάσκει λέγων ὁ Κύριος ἐν παραβολαῖς εὐαγγελικαῖς, ὅτι «Ὁ τὸν ἀμπελῶνα φυτεύσας οἰκοδεσπότης, ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους, ὥστε κομίσασθαι τοὺς καρποὺς, ἀπεκτόνασι δὲ τούτους οἱ γεωργοί.» Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἐκείνων δυσσεβείας γεγόνασιν ἐγκλήματα· ἀλλὰ γὰρ καὶ τὸν υἱὸν τεθεαμένοι μετὰ τοὺς οἰκέτας ἀπεσταλμένον παρὰ τοῦ πατρὸς, εἶπον, φησὶν, ἐν ἑαυτοῖς, «Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Ἀποστάται τοιγαροῦν οἱ τῶν οὕτω πικρῶν καὶ ἀνοσίων σκεμμάτων εἰσηγηταὶ, οἱ προστιθέντες ἁμαρτίαν ἐφ' ἁμαρτίας· ἀπεκτόνασι γὰρ, ὡς ἔφην, προφήτας ἁγίους· εἶτα καὶ αὐτὸν μετ' ἐκείνους τὸν κληρονόμον, τοῦτ' ἔστι, τὸν υἱόν. Ὅτι δὲ ἐκ πολλοῦ ἄνωθεν αὐτοῖς ἡ γνώμη πρὸς ἀπόστασιν βλέπει τὴν ἀπὸ Θεοῦ, πληροφορεῖν πειρᾶται λέγων· Οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων, προσέῤῥιπτε διὰ μέσου τὸ, Ἐμὲ δὲ οὐκ ἐπερώτησαν. Ἡ δέ γε τῶν νοημάτων ἀκολουθία τοῦτον ἔχει τὸν τρόπον· Οὐαὶ, φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυπτον τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκέπην εὑράσθαι τὴν ἀπό γε τῶν Αἰγυπτίων. Περιηγγελμένου γὰρ αὐτοῖς πολέμου καὶ μάχης καὶ τοῦ βασιλέως Ἀσσυρίας κατὰ τῆς Ἰουδαίων χώρας ὅπλα κινήσαντος προδεδραμήκασιν Αἰγυπτίοις, καὶ τὴν παρ' αὐτῶν ἐπικουρίαν ἐκάλουν, καίτοι δέον ἐκμειλίσσεσθαι Θεὸν, ἀποτρίβεσθαί τε ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς, τὰ ἐφ' οἷς αὐτῷ προσκεκρού-