Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.673
Not analysed yet
Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ' ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ' ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Ὡς ἐσομένων κατὰ καιροὺς τῶν πραγμάτων γραφῆναι αὐτὰ ποιεῖσθαι προστέταχε, καὶ ἀποσημήνασθαι κελεύει. Συμβήσεται γὰρ, φησὶν, εἰς ἡμέρας καιρῶν· ἀξιωθήσεσθαι δὲ καὶ μνήμης αὐτὰ τῆς εἰς αἰῶνα. Καὶ ἀληθὴς ὁ λόγος. Ἔσται γὰρ ἀεὶ γνωρίσματα προφητῶν, καὶ μέχρις αὐτῆς συντελείας τοῦ παρόντος αἰῶνος. Ἀποσημῆναι δεῖ οὖν, φησὶ, καὶ γάρ εἰσι λαὸς ἀπειθής. Ἔσται δὴ τὸ χρῆμα πρὸς ὠφέλειαν αὐτοῖς. Εἰ γὰρ ἀπειθήσειαν τοῖς ἐσομένοις κατ' ἐκεῖνο τοῦ καιροῦ προφήταις ἁγίοις ἐντραπήσεσθαι καὶ μάλα εἰκὸς αὐτοὺς τὸ προειρῆσθαι ταῦτα καὶ διὰ σοῦ. Ψευδεῖς δὲ αὐτοὺς ὀνομάζει καθάπερ ἐγῷμαι πάλιν διάτοι τὸ μὴ τηρῆσαι τῷ Θεῷ τὸ γνήσιον εἰς εὐσέβειαν, ψεύσασθαι δὲ τὴν ὑπόσχεσιν, ἣν πεποίηνται κατὰ καιροὺς τοὺς διὰ Μωσέως αὐτοῖς ὁρίζοντος νόμους ἐν τῷ ὄρει Σινᾷ τῶν πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Εὑρήσομεν γὰρ σαφῶς εἰρηκότας· Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα. Παρεγγυῶντος τοιγαροῦν τοῦ νόμου καὶ λέγοντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον·» παρ' οὐδὲν πεποίηνται τὴν ἐντολήν· λελατρεύκασι γὰρ εἰδώλοις. Ταύτῃτοι καὶ μάλα εἰκότως υἱοὺς αὐτοὺς ὀνομάζει ψευδεῖς. Ψάλλει δέ που καὶ ὁ Δαβὶδ καί φησιν· «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ·» καὶ μὴν καὶ ὡς ἐκ προσώπου Χριστοῦ, «Υἱοὶ ἀλλότριοι, φησὶν, ἐψεύσαντό μοι.» Πρόφασις δὲ τῆς τοιᾶσδε νόσου γέγονεν αὐτοῖς τὸ μήτε τινὸς αἰδοῦς ἀξιοῦν τὸν νόμον, ἀτιμάζειν δὲ καὶ αὐτοὺς τοὺς τῶν ἁγίων προφητῶν λόγους. Καὶ τοῦτο διδάσκει λέγων· Οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις μὴ ἀπαγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁρόματα ὁρῶσι· Μὴ λαλεῖτε ἡμῖν, ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ταύτης ἡμᾶς ἀποστρέψατε τῆς ὁδοῦ, καὶ ἀφέλετε ἀφ' ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Πολλοῖς μὲν γὰρ καὶ πλειστάκις ἁγίοις προφήταις ἐπεφύοντο πικροὶ, ταυτὶ βοῶντες καὶ λέγοντες οἱ ἐξ Ἰσραήλ. Ἴδοι δ' ἄν τις αὐτὸ καὶ μάλα ἐναργῶς, ὅτε παρακαλοῦντος Ἱερεμίου μὴ καταβαίνετε εἰς Αἴγυπτον, πρὸς ταῦτα ἔφησαν αὐτοὶ ψευδῆ, Οὐκ ἀπέστειλέ σε Κύριος, ἀλλ' ἢ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, καὶ τὰ ἑξῆς. Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις, καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας, καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ· διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα παρέστη τὸ πτῶμα· καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὤστε μὴ εὑρεῖν ἐν αὐταῖς ὄστρακον, ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυριεῖς μικρὸν ὕδωρ. Ὅτι πάντη τε καὶ πάντως εἰς παγχάλεπον αὐτοῖς ἐκβήσεται πέρας τὸ ἀπειθεῖν ἑλέσθαι ταῖς τῶν ἁγίων