Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.676
Not analysed yet
προφητῶν νουθεσίαις· ἐλπίδα τε ποιεῖσθαι τὸ ψεῦδος, καὶ τὸ εἰς νοῦν ἧκον ἀπερισκέπτως κρατύνειν ἐπιχειρεῖν, πειρᾶται διδάσκειν. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν ἐπετιμήσατε λόγοις, πλάνησιν αὐτοὺς ὀνομάζοντες, καὶ φάσκοντες ἀνοσίως· Ἀφέλετε ἀφ' ἡμῶν τὸ λόγιον Κυρίου, ταύτῃτοι καὶ ὡς ἁλούσης πόλεως τεῖχος ἐπιπεσεῖται ἡμῖν ἡ ἁμαρτία αὕτη, καὶ τοῦτο παραχρῆμα, τοῦτ' ἔστιν, οὐκ εἰς μακράν· πόλεως δέ φημι τῆς οὕτω συντετριμμένης, ὡς ἂν εἰ καὶ ἀγγεῖον ὀστράκινον εἰς λεπτὰ συνθράνοιτο, ὡς τῶν συνθραυσμάτων ἕκαστον ἀχρεῖον εἶναι παντελῶς, μηδένα δύνασθαι μήτε πῦρ ἐν αὐτῷ διακομίσαι ποι, μήτε μὴν ὕδατος βραχεῖαν σκεδᾶσθαι συλλογήν. Αἰνίττεται δὲ διὰ τούτων, ὅτι τοσαύτη τοῖς ἀπειθήσασιν ἐν σκήψει δίκη καὶ ἐφαλεῖται συμφορὰ, ὡς εἰς ἐσχάτην αὐτοὺς κατακομίσαι ταλαιπωρίαν. Εὑρίσκεσθαι δὲ παντελῶς ἐν αὐτοῖς οὐδένα τὸν ἔξω μεμενηκότα τοῦ μὴ πρὸς λῆξιν ἐλάσαι κακῶν. Οὕτως λέγει Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα, ὅτι ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις. Τὴν ἁπασῶν ἐσχάτην αὐτοῖς ἐπαρτήσας δίκην, καὶ τοῖς τῶν ἐσομένων δείμασι προκαταπτοήσας χρησίμως δείκνυσιν εὐθὺς καὶ τῆς ἐπ' αὐτῆς ὀργῆς τὴν αἰτίαν, καὶ τῆς σωτηρίας τὴν ὁδόν. Χρηστὸς γάρ ἐστι καὶ φιλάνθρωπος ὁ Δημιουργὸς, καὶ ὡς αὐτός πού φησι διὰ φωνῆς Ἰεζεχιὴλ, «Οὐ θέλει τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν.» Κολάζεται τοίνυν ὁ Ἰσραὴλ ὡς τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως ἀποδραμὼν, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προστεθειμένος, πλὴν ἐφίησιν ἑλομένῳ μετανοεῖν, ἔξω φέρεσθαι τοῦ κακοῦ. Ὅταν γὰρ, φησὶν, ὡς ἐξ ὁδοῦ φαύλης τε καὶ μιαρᾶς ἀποστρέψῃς τοῦ χρῆναί φημι τῇ κτήσει προσκυνεῖν, καὶ ξύλῳ καὶ λίθῳ προσάγειν τὸ σέβας, τότε σωθήσῃ, καὶ πρός γε τοῦτο μαθήσῃ λοιπὸν ὅποι ποτὲ ἦσθα φρενῶν, μᾶλλον δὲ ἀμαθίας πεποιθὼς ἐπὶ τοῖς ματαίοις. Εἰ γὰρ ἑαυτοῖς ἐπαρκεῖν οὐχ οἷοί τε, πῶς ἂν ἑτέροις χαρίσαιντο τὴν ἐπικουρίαν; Τί γὰρ εἴδωλον τὸ ἀδρανέστερον. Εἰσὶ γὰρ ἄψυχος ὕλη, καὶ ἕτερον οὐδέν; οἱ τῶν πλανωμένων θεοί. Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη, καὶ οὐκ ἐβούλεσθε ἀκούειν. ἀλλ' εἴπατε· Ἐφ' ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε, καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. Διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πολλῶν, φεύξονται πολλοὶ, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ' ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. Καίτοι γὰρ διὰ πείρας ἀνόνητον εὑρηκότες τὴν εἴς γέ φημι τοὺς νομισθέντας εἶναι θεοὺς ἐλπίδα, καὶ τὴν ἰσχὺν αὐτῶν ὁρῶντες ματαίαν, οὐδὲν ἧττον ἀπειθεῖς μεμενήκατε, φησίν. Ἀκούοντες γὰρ μὴ κατελθεῖν εἰς Αἴγυπτον, τιμῆσαι δὲ πίστει τὸν διασώζειν ὑπισχνούμενον, οὐκ ἠθέλετε ἀκούειν, ἀλλ' εἴπατε, Ἐφ' ἵππων φευξόμεθα, καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα. ᾨήθητε γὰρ, ὡς ἀπόχρη πρὸς σω-