Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.73
Not analysed yet
βασιλεία, κατέληξαν μὲν οἱ πόλεμοι, πέπαυται δὲ μάχη καὶ διχόνοια, καὶ κεκράτηκεν ἡ δικαιοσύνη, καὶ τῆς εὐνομίας τὸ ἀσφαλὲς, οὐδενὸς ἁρπάζοντος· οὐ καταδῃοῦντος ἔτι, καὶ πόλεων ἢ χωρῶν κατατρέχοντος· οὐκ ἀνεπίπληκτον ἔχοντος τὸ πλεονεκτεῖν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ δὲ δίδοται μὲν ἡ τῶν ὅπλων χρεία μόνοις τοῖς μαχιμωτάτοις, καὶ τὴν στρατεύσιμον ἔχουσι τάξιν, ὑπὸ χεῖρά τε οὖσι τὴν βασιλέως. Ἠλέγχθησαν δὲ καὶ ἀσθενῆ τὰ πολλὰ τῶν ἐθνῶν, ὅσα τῆς Ῥωμαίων ἀρχῆς ἀποσεισάμενα τὸν ζυγὸν, πόλεσί τε καὶ χώραις ἀγρίως ἐπιφοιτᾷ. Οὐ γὰρ ἔστιν αὐτοῖς ἐλευθέρως, ὡς ἂν βούλοιντο, κατατρέχειν. Ἀντανίστανται γὰρ τὰ Ῥωμαίων ὅπλα, καὶ ἠρεμεῖν ἀναγκάζουσι, καὶ καταπτοοῦσιν ὡς θῆρας, καὶ ταῖς παρὰ σφῶν εὐσθενείαις ἀνάνδρους ὄντας ἐλέγχουσιν. Ὁρίζεται τοίνυν τὸν καιρὸν, ὡς ἔφην, ὁ μακάριος προφήτης τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐπιστροφῆς. Καὶ ποῖός ἐστιν οὗτος; Ὅτε, φησὶν, ὁ τῶν ὅλων Θεὸς, καὶ παμβασιλεὺς, καὶ Κύριος κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, τοῦτ' ἔστι, δικαιοσύνην καὶ κρίσιν εἰς πάντα ποιεῖται τὰ ἔθνη. Κεκράτηκε μὲν γὰρ ἡ ἀδικία, καθάπερ ἔφην ἀρτίως, διαρπαζόντων ἄλληλα τῶν ἐθνῶν, καὶ πάντα τρόπον ἐπιφερόντων ἀγριότητος καὶ πλεονεξίας. Ἐπειδὴ δὲ ταῦτα γέγονεν ἐκ μέσου, δικαιοσύνη καὶ κρίσις δέδοται παρὰ Θεοῦ, καὶ ἠλέγχθησαν, ὡς ἔφην, ἔθνη πολλὰ τοῖς Ῥωμαίων ὅπλοις νενικημένα. Ὥστε τοὺς ὑπὸ χεῖρα τὴν βασιλέως δεδιέναι μὲν οὐκέτι τάς τινων ἐφόδους, εἰς τοῦτο δὲ ἤδη προελθεῖν τὰ πράγματα αὐτοῖς εἰρήνης τε ὁμοῦ καὶ εὐημερίας, ὡς μηκέτι δεῖσθαι τῆς ἐν τῷ πολεμεῖν ἐμπειρίας, ἀνθελέσθαι δὲ μᾶλλον καὶ λίαν ἀσμένως τοῖς εἰρήνης ἔργοις ὁμιλεῖν, καὶ τῶν τῆς γεωπονίας μεταποιεῖσθαι πόνων, καὶ φροντίδα τίθεσθαι τὰ ἐν ἀγροῖς· μεταπλάττουσι γὰρ εἰς τοῦτο τοῦ πολέμου τὰ σκεύη, ὥστε καὶ ῥομφαίαν εἰς ἀρότρου χρείαν ἐπιλαμβάνεσθαι· καὶ μὴν καὶ ζιβύνην ἀποτελεῖσθαι δρεπάνην, ἀπομαθεῖν δὲ παντελῶς τὸν πόλεμον, καὶ τὴν πρὸς ἄλληλα παραιτεῖσθαι μάχην. Ἐπειδὴ γὰρ βεβασίλευκε τῶν ἐθνῶν ὁ Χριστὸς, ὅς ἐστιν εἰρήνη, γέγονεν ἐκ μέσου πᾶσά τε διχόνοια καὶ ἔρις, καὶ μάχαι, καὶ πᾶν εἶδος πλεονεξίας· ἐξῄρηται δὲ καὶ τὰ ἐκ τοῦ πολέμου· βλάβη, καὶ τὰ ἐντεῦθεν δείματα· κεκράτηκε δὲ τὸ αὐτοῦ θέλημα λέγοντος πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ. Καταπτοήσας ἀρκούντως ταῖς προαναῤῥήσεσι τῶν δεινῶν, οὐκ ἐᾷ ταῖς ἀπογνώσεσιν ἀπολέσθαι τοὺς προσκεκρουκότας· ὑπεμφαίνει δὲ ὅτι μετανοεῖν ἑλομένοις ἵλεως ἔσται Θεός· καὶ μεταμαθεῖν ἐθέλουσι τὰ αἰσχίω, καὶ τῶν ἀμεινόνων ἐφίεσθαι, κατευρυνεῖ πάλιν τῆς σωτηρίας τὴν ὁδὸν, καὶ ἀμνησικάκως προσδέξεται, καίτοι πλεῖστά τε ὅσα καὶ οὐκ οἰστὰ πεπλημμεληκότας. Ταύτῃ τοι, φησὶν, ἀναπλέκων εὐτέχνως τοῖς ἐλέγχοις τὸν παρακαλοῦντα λόγον· «Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ