Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.76.1
Not analysed yet
πορευθῶμεν τῷ φωτὶ Κυρίου.» Πρέπειν δὲ οἶμαι τῷ προφήτῃ μάλιστα τὸν ἐπὶ τῷδε λόγον προτρέπειν τοὺς ἐξ Ἰσραὴλ ὑπακούειν λέγοντι τῷ Χριστῷ· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Αὐτὸς δέ ἐστι τὸ φῶς. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ μείνῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.» Φῶς δ' ἂν λέγοιτο Κυρίου, καὶ μάλα εἰκότως τὸ αὐτοῦ κήρυγμα, τοῦτ' ἔστι, τὸ εὐαγγελικόν. Ὅμοιον οὖν ὡσεὶ λέγοι, Διαζήσωμεν εὐσεβῶς, τιμήσωμεν τῆς εὐαγγελικῆς πολιτείας τὸ περιφανὲς, παυσώμεθα τῶν ἐν τύποις, καταλήξωμεν τῆς σκιᾶς. Μεταπλάττωμεν τὰ Μωσέως γράμματα πρὸς ἀλήθειαν, εἰσδεξώμεθα τὸ σωτήριον φῶς. Ἐπειδὴ δὲ τοῖς κατὰ σάρκα πατράσιν ἐπαυχοῦντες Ἰουδαῖοι, μεγάλην ἀεὶ τὴν ὀφρὺν ἀνασπᾷν ἐμελέτων, ὡς δι' αὐτοὺς ἀγαπώμενοι, μερίς τε καὶ κλῆρος χρηματίζοντες τοῦ Θεοῦ, καὶ λαὸς ἅγιος καὶ ἀπόλεκτος· εἶτα ληροῦντες ᾤοντο πάντη τε καὶ πάντως ἐν φροντίδι καὶ ἀγάπῃ κεῖσθαι τῇ παρὰ Θεῷ· κἂν εἰ πολλὰ δρῷεν τὰ ἀπηχθημένα αὐτῷ· κἂν εἰ μηδὲν ἡγοῖντο τὸν νόμον· κἂν εἰ αὐτὴν ἀτιμάζειν καὶ ἀπαράδεκτον ποιοῖντο τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, ἤγουν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν χάριν· ἀναγκαίως ὁ προφήτης οὐχ ὧδε ἔχοντα τὸν τῶν ὅλων Θεὸν καταδεικνύει, λέγων· «Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ.» Τοιοῦτόν τι καὶ δι' ἑτέρου προφήτου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν τῶν Ἰουδαίων ὀφρὺν καταστρέφων, καὶ ἀσυνέτους ὄντας ἐλέγχων αὐτούς. Καὶ ἐπεθύμουν γὰρ, φησὶν, ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ ἐπὶ τὸν Κύριον ἐμεγαλύνοντο, λέγοντες· «Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. Διὰ τοῦτο, δι' ἡμᾶς, Σιὼν ὡς ἀγρὸς ἀροτριωθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου, ὡς ἄλσος δρυμοῦ.» Εἰ μὴ τοίνυν ἕλοισθε, φησὶ, πορεύεσθαι μεθ' ἡμῶν τῷ φωτὶ Κυρίου, τοῦτ' ἔστιν, εἰ ἀπαράδεκτον ποιεῖσθε τὸ κήρυγμα τὸ διὰ Χριστοῦ, καὶ τὸν παρ' αὐτοῦ φωτισμὸν ἀποστρέφεσθε, πάντη τε καὶ πάντως ἀνήσει καὶ αὐτὸς τὸν ἑαυτοῦ λαόν. Καὶ τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Καὶ μὴν καὶ διὰ τῆς Ἱερεμίου φωνῆς, «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,» φησίν. Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα ἀλλόφυλα ἐγενήθησαν ἐν αὐτοῖς. Ἀπολογεῖται τρόπον τινὰ καὶ νῦν ὁ προφήτης ὑπὲρ τῶν τοῦ Θεοῦ κριμάτων, καὶ ἀποδίδωσι τὰς αἰτίας τοῦ καὶ σφόδρα δικαίως ἀνεῖσθαι παρὰ Θεοῦ τὸν οἶκον τοῦ Ἰσραὴλ, ἤτοι τὸν λαὸν αὐτοῦ. Διαμέμνηται δὲ, ὡς ἔφην, παλαιῶν τε καὶ νέων πλημμελημάτων τοῦ Ἰσραὴλ, ἀφιλοθέους ὄντας ἐλέγχων, καὶ πολὺ βλέποντας εἰς τὸ ἀπηνὲς, καὶ ἀχαλίνως ἰόντας, πρὸς