Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.748
Not analysed yet
φύεται ξύλων· ἀποφοιτᾷ δὲ καὶ τὰ ταῖς ἐρήμοις χαίροντα τῶν θηρίων. Ἐπειδὰν δὲ κένανδροί τε γένοιντο, καὶ τῶν οἰκούντων ἐστερημέναι, τότε καὶ οἷά τις χέρσος εὑρεθήσεται γῆ, μεστὴ μὲν ἀκάνθης, ἐναύλισμα δὲ στρουθῶν, σειρήνων μάλιστα. Σειρῆνας δέ φησι τὰ ἐν νυκτὶ θρηνώδη φωνὴν ἱέντα τῶν πτηνῶν, καὶ μονονουχὶ κατολολύζοντα, ἃ μεθ' ἡμέραν μὲν ἠρεμεῖ, καὶ ταῖς ἐρήμοις τῶν χωρῶν ἐναυλίζεται· ποιεῖται δὲ μᾶλλον τὰς πτήσεις ἐν σκότῳ, οἷον ἡ γλαὺξ, καὶ τὰ ἐοικότα. Δαιμόνια δὲ καὶ ὀνοκενταύρους ἀλλήλοις συναντῶντας, καὶ μὴν καὶ βοῶντας, ἕτερος πρὸς τὸν ἕτερον λέγων, τὴν οἷον ἄκρατον ἐρημίαν τῶν πόλεων ὑπαινίττεται. Ἐμφιλοχωρεῖν γὰρ λέγονται τοῖς ἠρεμοῦσι τῶν τόπων καὶ πονηρὰ πνεύματα. Ἥδιστα δὲ καταλύει καὶ τῶν θηρίων ὅσα τῶν ἀνθρώπων τὸ ἀπεῖναι ποιεῖται περὶ πολλοῦ, καὶ φυσικοῖς εἰς τὸ ἀνήμερον παιδαγωγεῖται νόμοις. Καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ ἔλαφοι συνήντησαν, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων. Ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν, ὅτι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. Καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν αὐτοῖς βόσκεσθαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσατε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ' αὐτοῖς. Εἰς ἐρημίαν ἐσχάτην παραδοθήσεσθαι λέγων τὴν τῶν Ἰουδαίων χώραν, καὶ ἀμοιρῆσαι παντελῶς τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ φειδοῦς· καὶ ἀγάπης διαμέμνηται πάλιν τῶν ἐν αὐτῇ διασεσωσμένων. Εἶεν δ' ἂν οὗτοι τὸ κατάλειμμα, τοῦτ' ἔστιν, οἱ διὰ πίστεως. Καὶ περὶ αὐτῶν ἐνθάδε φησὶν, ὅτι Σέσωκεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας. Υἱοὶ γὰρ γεγόνασι τῆς Ἰουδαίων χώρας οἱ ἐξ Ἰσραὴλ πιστεύοντες ἀσφάλειάν τε καὶ οἱονεὶ πύργον ἀκατάσειστον εἰς ἐπικουρίαν εὑρόντες τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἀπὸ δέ γε τῶν ἀνασεσωσμένων παιδίων, ἔλαφοι τρόπον τινὰ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Παρεικάζονται δὲ ταῖς ἐλάφοις καὶ μάλα εἰκότως. Ὀφιοκτόνον γάρ ἐστι τὸ ζῶον, καὶ πηγαῖς ὑδάτων ἐμφιλοχωρεῖν εἰωθός. Τοιοῦτοι δὲ πάντες οἱ τῆς εἰς Θεὸν εὐσεβείας εἰς λῆξιν ἠρμένοι πρὸς ἀναίρεσιν τοῦ νοητοῦ δράκοντος ἐπιτηδείως ἔχοντες διὰ τοῦ καταστρέφειν τὴν δόξαν αὐτοῦ ἀδρανῆ τε καὶ ἄπρακτον τῆς ἐνούσης αὐτῷ δυστροπίας τὸν υἱὸν ἀποφαίνειν. Ἀλλὰ καὶ ταῖς νοηταῖς τῶν ὑδάτων ἐνσπαταλῶσι πηγαῖς, τοῦτ' ἔστι, ταῖς τῶν πνευματικῶν ἀγαθῶν χορηγίαις, μονονουχὶ καταρδούσαις τὸν νοῦν, εὔκαρπόν τε αὐτὸν ἀποφαινούσαις τῷ Θεῷ. Ἐκεῖ τοίνυν, φησὶ, τοῦτ' ἔστιν, ἐν τοῖς ἀνασεσωσμένοις συνήντησαν ἀλλήλαις ἔλαφοι. Τεθαυμάκασιν ἀλλήλας. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Εἶδον τὰ πρόσωπα ἀλλήλων. Κεκινδύνευκε δὲ οὐδεμία, τοῦτο γὰρ πάλιν τὸ, Παρῆλθον ἀριθμῷ, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν. Τίς οὖν ὁ σώσας; Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ πνεῦμα αὐτοῦ