Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.745
Not analysed yet
Ἐναργέστερον ἐν τούτοις ἅπερ ἔφη δι' αἰνιγμάτων ἀφῆκε νοεῖν. Ὀνομάζει γὰρ δὴ τὴν Σιὼν, ᾗ καὶ κρίσεως ἡμέραν, καὶ ἀνταποδόσεως ἐνιαυτὸν ἐνεστηκέναι φησὶ, καθ' ὃν μονονουχὶ πίσσης τε καὶ θείου καταῤῥανθέντων ἁπάσης αὐτῶν τῆς χώρας, ἀνημέρῳ πυρὶ δαπανηθήσονται, καὶ ἀκατευνάστους ἕξουσι φλόγας· καὶ καπνὸν δὲ τάχα που τὸν ἀναβαίνοντα, νοεῖν ἀκόλουθον τὴν οἱονεὶ τοῦ πάθους ἀκοὴν, καὶ τοῖς πόῤῥω κατασημαίνουσαν τῆς ἐπενεχθείσης αὐτοῖς συμφορᾶς τὸ μέγεθος. Ἐρημωθήσεσθαι δέ φησιν αὐτὴν εἰς γενεὰς, καὶ τὰ ταῖς ἐρημουμέναις πόλεσι συμβαίνοντα λέγει. Ὄρνεα μὲν γὰρ, καὶ ἐχίνους, ἴβεις τε καὶ κόρακας ἐναυλισθήσεσθαί φησιν αὐτῇ, καὶ μὴν ὅτι καὶ εἰς ἔρημον καταμετρηθήσεται, κατοικούντων ὀνοκενταύρων ἐν αὐτῇ. Ὀνοκενταύρους δέ φησι τοὺς ἀγρίους τῶν ὄνων, οἷς δὴ καὶ φίλον ἐνδιαίτημα ποιεῖσθαι τὰ εἰσάπαν ἔρημα τῶν χωρίων. Ἐχίνους δὲ λέγειν τοὺς ἀκάνθῃ κατημφιεσμένους τῶν μυῶν. Εἰ δὲ δή τις ἕλοιτο καὶ θεωρίαν ἐπὶ τούτοις τὴν ἐσωτάτω λαβεῖν, φαμὲν ὅτι τὰς ἠρημωμένας, καὶ οἷον μεμονωμένας τῶν ἀνθρώπων διανοίας, διά τοι τὸ μὴ κατοικεῖν ἐν αὐταῖς διὰ τοῦ πνεύματος τὸν τῶν ὅλων Θεὸν, τὰ πονηρὰ τῶν θηρίων κατανεμηθήσονται, καὶ καταυλήσουσιν ἐν αὐτῇ τὰ ἀκάθαρτα τῶν πνευμάτων, ὡς ἐν εἴδει τῶν ὠνομασμένων ἐχίνων τέ φημι καὶ κοράκων, καὶ ὄνων ἀγρίων. Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται, οἱ γὰρ βασιλεῖς αὐτῆς, καὶ οἱ ἄρχοντες, καὶ οἱ μεγιστᾶνες αὐτῆς, ἔσονται εἰς ἀπώλειαν. Ἁδροὺς καὶ κριοὺς καὶ ταύρους ἐν τοῖς ἀνωτέρω λέγων, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ἤγουν τοὺς τὴν περίοπτον λαχόντας δόξαν, ἢ κατὰ τὸν τῆς ἱερωσύνης τρόπον, ἢ διά τοι τὸ ἐν πλούτῳ καὶ περιφανείᾳ γενέσθαι πολλῇ· ἄρχοντας ἐν τούτοις κατονομάζει, σαφεστέραν τὴν ἐπ' αὐτοῖς ἀποφαίνων δήλωσιν. Οἱ τοίνυν ποτὲ βασιλεύοντες αὐτῶν, φησὶ, καὶ οἱ ἄρχοντες καὶ οἱ μεγιστᾶνες οὐκ ἔσονται. Οὐ γὰρ ἔτι ταῖς κατὰ πάντων ἐντρυφήσουσι δυναστείαις, οὔτε μὴν ἐξίτηλον ἀροῦσιν ὀφρὺν, ταῖς οὕτως ὑπερηρμέναις ἐνσπαταλῶντες τιμαῖς· ἀλλ' ἐξωσθήσονται θώκων τῶν ἐν ἀρχαῖς· καὶ οἷον βασιλείας ἀπολισθήσαντες, καὶ τοῦ κατάρχειν ἐκβεβλημένοι κατοιχήσονται πρὸς ἀπώλειαν, ὁμοῦ τοῖς ἑτέροις παρ' αὐτῶν διολωλόσι. Γεγόνασι γὰρ ἀφορμὴ τοῖς ὑπὸ χεῖρα πρὸς ὄλεθρον. Καὶ τοῦτο διδάξει λέγων ὁ τῶν ὅλων Θεός· «Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου.» Ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας. Καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἔπαυλις σειρήνων, καὶ αὐλὴ στρουθῶν. Καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι. Εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν· ἐκεῖ ἐνόσσευσεν ἐχῖνος. Πάλιν ἡμῖν ἑτέρῳ τρόπῳ τὰ ταῖς ἐρήμοις συμβαίνοντα πειρᾶται διατρανοῦν. Ἕως μὲν γὰρ πολυανδροῦσιν αἱ πόλεις, οὐδὲν αὐταῖς τῶν ἀγρίων ἐμ-