Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.752
Not analysed yet
διψώσῃ, λαχούσῃ δὲ νῦν τὸν διαβόητον Ἰορδάνην, ἡ δόξα δέδοται τοῦ Λιβάνου, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Λίβανος δὲ καὶ Κάρμηλος εἴρηται πλειστάκις ἡ Ἱερουσαλὴμ, καὶ αὐτὸς ὁ θεῖος νεώς. Ἀλλ' ἡ πάλαι πρέπουσα δόξα τῇ τε ἁγίᾳ πόλει καὶ τῷ θείῳ ναῷ, δέδοται τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, καὶ ἐν αὐτῇ τεθεάμεθα τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰουδαῖοι μὲν ὡς ἀνθρώπῳ ψιλῷ, καὶ οὐδὲν ἔχοντι παρὰ τοὺς ἄλλους τὸ πλέον προσεφέροντο τῷ Κυρίῳ· ἡμεῖς δὲ τὸ ὕψος τῆς δόξης αὐτοῦ τεθεάμεθα. Θεὸν γὰρ ἴσμεν αὐτὸν, οἰκονομικῶς δι' ἡμᾶς ἐνηνθρωπηκότα, καὶ οὕτως Θεόν. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε τοὺς ὀλιγοψύχους τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει. Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Πρέπουσα μυσταγωγία, καὶ παράκλησις πνευματικὴ τοῖς ἐξ ἐθνῶν καλουμένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, τὸ, Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Τοῖς μὲν γὰρ ἔτι πλανωμένοις, αἱ χεῖρες ἀργαὶ, παραλελυμένα δὲ καὶ τὰ γόνατα. Καὶ οὐχὶ δὴ πάντως περὶ τῶν τοῦ σώματος μορίων τὰ τοιαῦτά φησιν, ἀῤῥωστοῦντας δὲ νοητῶς εὑρήσομεν τοὺς ἐν ἀπάταις καὶ πλάναις. Οὔτε γὰρ ἔργον εὐσεβείας παρ' αὐτοῖς ἔστιν εὑρεῖν, οὔτε ἰσχὺν γονάτων, ἤγουν διανοίας, τὴν εὐαγῆ τῆς δικαιοσύνης διαπορευομένοις ὁδόν. Ἀλλ' ἰσχύσατε, φησὶν, ἵνα καὶ δραμεῖν δύνωνται πρὸς Θεόν. Ὑμεῖς δὲ ὡς τεταγμένοι πρὸς ἱερουργίαν τοῦ θείου κηρύγματος παρακαλέσατε τοὺς ἠσθενηκότας, λέγετε σαφῶς τοῖς ὀλιγοψύχοις· Ἰσχύσατε, μὴ φοβεῖσθε. Οὐ γὰρ εὔρωστος ὁ νοῦς τοῖς οὐκ εἰδόσι τὸν Θεόν· δεδίασι γὰρ ὥσπερ τὰς τῶν παθῶν ἐφόδους, καὶ τὸν πάλαι κατ' αὐτῶν τυραννήσαντα Σατανᾶν, καὶ πρός γε τούτῳ τὸν θάνατον. Ἀλλ' ἰδοὺ, φησὶν, ὁ Θεὸς, τοῦτ' ἔστιν, οὐ μακρὰν ὁ Σωτὴρ, ὃς ἀνταποδώσει κρίσιν. Κατακρινεῖ γὰρ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ ἀπαλλάξει τῆς ὑπ' αὐτῷ δουλείας τοὺς βεβιασμένους. Ἥξει γὰρ, ἥξει καὶ σώσει ἡμᾶς. Τί οὖν; Ἥξει τότε τοῖς ἐπὶ τῆς γῆς, ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν. Οἱ γὰρ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, αὐτὴν τήν ποτε πλανήσασαν κτίσιν, χειραγωγὸν ὥσπερ τινὰ ποιήσονται, καλῶς ἀποφέρουσαν πρὸς ἐπίγνωσιν τοῦ Δημιουργοῦ. Ἀπὸ γὰρ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ ὡς φησὶν ὁ Παῦλος, «Τὰ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Ἀνοιχθήσονται τοίνυν οἱ ὀφθαλμοὶ τῶν πάλαι τυφλῶν, ἀκούσονται τὰ ὦτα τῶν κωφῶν. Οἱ γὰρ πάλαι τοὺς περὶ Θεοῦ λόγους ἀποσειόμενοι, καὶ ἀπαράδεκτον ποιεῖσθαι σπουδάζοντες τὴν τῶν ἁγίων μυσταγωγίαν, ἀσμένως αὐτὴν παραδέξονται. Ἁλεῖται δὲ καὶ ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται ἡ γλῶσσα μογιλάλων. Οἱ γάρ τοι πάλαι, φησὶν, ὀρθοποδεῖν οὐκ εἰδότες, ἀλλ' οἱονεὶ παρειμέ-