Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.753
Not analysed yet
νον ἔχοντες, τὸν νοῦν ἐλάφων δίκην ἀναπηδήσουσι, τοῦτ' ἔστιν, εὔδρομοί τε καὶ εὐκλεεῖς ἔσονται· νοητῶς δηλονότι, καὶ πρός γε τούτῳ καὶ ὀφιοκτόνοι, καὶ εἰδότες εὐστομεῖν. Λαλήσουσι γὰρ τὰ τοῦ Θεοῦ μᾶλλον, οὐκέτι λέγοντες τῷ ξύλῳ· «Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με.» Ἰστέον δὲ ὅτι καὶ σωματικῶς ταῦτα πεπλήρωκεν ὁ Χριστὸς ταῖς ἀποῤῥήτοις θεοσημείαις καταπλήττων τὴν Ἰουδαίαν. Ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν, πηγὴ ὕδατος· ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἔπαυλις καλάμου, καὶ ἕλη. Εὐφρανθῆναι προστέταχε τὴν διψῶσαν ἔρημον· εἶτα προσεπάγει τὴν τῆς εὐφροσύνης αἰτίαν εὐθύς. Ἐῤῥάγη γὰρ ὕδωρ ἐν αὐτῇ, φησί. Καὶ τὸ, ἐῤῥάγη, καλῶς, ἵνα τὸ ἀμφιλαφὲς τῆς χορηγίας διὰ τούτου σημαίνηται. Φάραγγα δέ φησιν, ἀντὶ τοῦ ποταμοῦ· οὗ δὴ γεγονότος ἡ ἄνυδρός ποτε στραφήσεται λοιπὸν εἰς ἕλη. Ἕξει δὲ καὶ ὕδατος πηγὴν, ἢ τὸν ἅγιον Ἰορδάνην, ἤγουν καὶ αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· πηγὴ γάρ ἐστι ζωῆς, καὶ φρέαρ ὕδατος ζῶντος. Ἐπ' αὐτῶν γέγονεν ἡ τῶν ὀρνέων συνδρομή τε καὶ εὐφροσύνη. Ὄρνεα δέ φησιν ἐν τούτοις, τοὺς τῶν ἐπιγείων ἀναπτάντας πραγμάτων, καὶ ὑψοῦ γεγονότας διὰ τὴν ἀρετὴν, τὰ ἄνω τε φρονεῖν ἑλομένους· οὗτοι χαίρουσιν ὡς ἐπὶ πηγῇ τῷ Χριστῷ, τῷ ποιήσαντι τὴν ἔρημον ἔπαυλιν καλάμου, καὶ ἕλη. Τὰ μὲν γὰρ εὔδενδρα τῶν χωρίων ἀεί πως τοῖς ἕλεσι στεφανοῦσθαι φιλεῖ. Ἡ δὲ ἐξ ἐθνῶν Ἐκκλησία τὸ ἐξ οὐρανοῦ πλουτήσασα νάμα, καὶ τοῖς θείοις καταρδομένη χαρίσμασι, καὶ ταῖς τῶν ἁγίων διδασκαλίαις ἐνσπαταλήσασα, τροφός ἐστιν ἑλῶν, καὶ καλάμου, τοῦτ' ἔστι τῶν ἐν Χριστῷ τεθηλότων εἰς ζωὴν ἀμύρητον δι' ἁγιασμοῦ. Ἐκεῖ ἔσται ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ' αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδέ τι τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ' αὐτὴν, οὐδ' οὐ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ Κύριον, καὶ συνηγμένοι ἀποστραφήσονται, καὶ ἥξουσιν ἐκ Σιὼν μετ' εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ στεναγμὸς καὶ λύπη. Ὁδὸν ὀνομάζει καθαρὰν τῆς εὐαγγελικῆς πολιτείας τὴν δύναμιν, ἤγουν καὶ ἑτέρως τὴν διὰ τοῦ Πνεύματος κάθαρσιν. Ἀποσμήχει γὰρ τὴν ἐντετηγμένην ταῖς τῶν ἀνθρώπων ψυχαῖς κηλῖδα, καὶ ἀπαλλάττει πλημμελημάτων, καὶ ῥύπου παντὸς ἀποφαίνει κρείττονας. Ὁδὸς οὖν ἁγία καὶ καθαρὰ καὶ μᾶλλον ὀρθῶς ὠνόμασται, ἀνέμβατος δὲ τοῖς οὔπω κεκαθαρμένοις. Πολιτεύεται γὰρ οὐδεὶς εὐαγγελικῶς μὴ οὐχὶ πρότερον τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτήσας κάθαρσιν· οὐδεὶς οὖν ἄρα τῶν ἀπίστων. Οὗτοι γὰρ οἱ ἀκάθαρτοι βαδιοῦνται, φησὶν, ἐν αὐτῇ. Πορεύσονται δὲ μᾶλλον οἱ διεσπαρμένοι, τοῦτ' ἔστιν, οὓς