Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.761
Not analysed yet
σθαι δὲ μᾶλλον τῇ Σύρων φωνῇ. Οὐ γὰρ ἤθελον βαρβαρικῆς ἀπονοίας γέμοντας λόγους ἐνίεσθαι παρ' αὐτοῦ ταῖς τῶν δημοτῶν ἀκοαῖς, καίτοι παροτρύνοντος αὐτοὺς εἰς ἀλκὴν τοῦ βασιλέως Ἐζεχίου, καὶ φάσκοντος ἐναργῶς ὅτι Κύριος μετ' αὐτῶν, καὶ ὅτι τοῖς μὲν ἐπὶ Θεῷ πεποιθόσιν ἀκράδαντος ἐλπὶς, εὐκατάσειστα δὲ τὰ ἀνθρώπινα, καὶ οὐδὲν ὅλως ὡς πρός γέ φημι τὴν τούτου δύναμιν. Ἀλλὰ συνίησιν ὁ Ῥαψάκης, καὶ τὴν αἰτίαν οὐκ ἀγνοεῖ τοῦ κεκωλύσθαι λαλεῖν Ἰουδαϊστί. Ταύτῃ τοί φησιν ὡς οὐ πρὸς αὐτοὺς, οὔτε μὴν πρὸς τὸν βασιλέα σκοπὸς αὐτῷ γέγονε τῆς ὁδοῦ, ἀλλ' ἵνα μᾶλλον τοῖς ἐν τῷ τείχει προσδιαλέγηται. Ὑβρίζει δὲ πάλιν, καὶ τοὺς ἐξ ἀκαθάρτου καρδίας ἐρεύγεται λόγους, φάσκων, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ἐπικάθηνται τῷ τείχει τηροῦντες τὴν πόλιν, ἵνα λιμώττοντες, ἐν ἐνδείᾳ τε γεγονότες ἄρτου τε καὶ ὕδατος εἰς τοῦτο κατενεχθεῖεν ἀνάγκης, ὡς τὰ εἰσάπαν ἀπηχθημένα καὶ αὐτοῖς τάχα που κυσὶ τροφὴν ποιήσασθαι καὶ πότον. Καὶ ἔστη Ῥαψάκης, καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ, καὶ εἶπεν· Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως τῶν Ἀσσυρίων. Τάδε λέγει ὁ βασιλεύς· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεχίας, ὅτι Ῥύσεται ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὔτη εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Μὴ ἀκούετε Ἐζεχίου. Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ, καὶ τὰς συκὰς αὐτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, σίτου καὶ οἴνου, καὶ ἄρτων καὶ ἀμπελώνων. Μεθίστησι τοὺς λόγους ἐπ' αὐτοὺς ἤδη τοὺς ταῖς ἐπάλξεσιν ἐνιζήσαντας, καὶ τοῖς ἐθέλουσιν ἐκπολιορκεῖν ἀντιφέρεσθαι προτεθυμημένους· ἄνω τε καὶ κάτω βασιλέα μέγαν ἀποκαλεῖ τὸν Ἀσσύριον, καὶ κατασμικρύνει μὲν ἐλπίδα τὴν ἐπὶ Θεῷ, ψεύστην δὲ ἀποκαλεῖ τὸν Ἐζεχίαν, καὶ ἀπατεῶνα, λέγοντα χρῆναι μᾶλλον ἐπανακεῖσθαι Θεῷ, δεδιέναι δὲ κατ' οὐδένα τρόπον ἐπαμύνοντος αὐτοῦ τὰς ἐξ ἀνθρώπων ἐφόδους. Εἶτα ἐπαγγέλλεται τοῖς αὐτομολοῦσιν ἐπ' αὐτὸν, ὡς ἔσονται μὲν ἐν τοῖς ἑαυτῶν μέχρι καιροῦ. Τοῦτο γὰρ τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς. Ἀπολαύσουσι δὲ τῶν ἰδίων ἀγρῶν, καὶ καταλειαίνει ὥσπερ τῆς αἰχμαλωσίας τὸ δεῖμα, καὶ τὸ τραχὺ τοῦ πράγματος ἀπατηλοῖς κατακρύπτει λόγοις, προστιθεὶς τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς εἰς τὴν γῆν ὡς ἡ γῆ ὑμῶν. Παρεικάζει γὰρ τὴν Ἀσσυρίων τῇ τῶν Ἰουδαίων γῇ, μονονουχὶ λέγων· Καὶ τὴν Ἰουδαίαν ἀφέντες κἂν γένησθε παρ' ἡμῖν οὐδὲν ἧττον τὴν ἑαυτῶν εὑρήσετε. Γῆ γάρ ἐστι σίτου καὶ οἴνου, καὶ ἄρτων καὶ ἀμπελώνων, ἡ Περσῶν τε καὶ Ἀσσυρίων. Μὴ ὑμᾶς ἀπατάτω Ἐζεχίας, λέγων· Ὁ Θεὸς ῥύσεται ὑμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτῶν χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουΐμ; Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός