Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.760
Not analysed yet
τὴν ὀνομάζει ῥάβδον. Σαθρὰ γάρ πως, φησὶ, καὶ εὐδιάκλαστος ἀεὶ, ἡ ἐπ' ἐκείνοις ἐλπὶς, καὶ ἀδικοῦσα μᾶλλον, ἢ ὠφελεῖν ἰσχύουσα τοὺς κεχρημένους αὐτῇ· καθάπερ ἀμέλει καὶ καλαμίνη ῥάβδος, ᾗ εἴπερ τις ἐπαναπαύσεται συνθραύσει μὲν πάντως αὐτὴν, ἡ δὲ ἀδικήσει τὸν ἐπ' αὐτῆς θαρσήσαντα. Εἰ δὲ λέγετε· Ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν, νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ' αὐτούς. Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός; Ἀθυροστομεῖ πάλιν, καὶ τὸ κέρας εἰς ὕψος ἐπαίρει, καὶ ἀδικίαν λαλεῖ κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ δὴ, φησὶν, ἐπ' αὐτῷ πεποίθατε, μίχθητε τῷ Κυρίῳ μου, τοῦτ' ἔστιν, ἐξοπλίσασθε, καὶ στῆτε πρὸς μάχην. Ἐγὼ δὲ προσθήσω, καὶ ἵππους ὑμῖν δισχιλίας, καὶ ἀρκέσει τοῦτο, φησὶ, πρὸς πίστιν, ὅτι περιγενήσεσθε τῆς Ἀσσυρίων χειρὸς ἐὰν εὕρητε τοὺς ἀναβησομένους ἢ καὶ εἰδότας ὅλως ἱππεύειν ἐν μάχαις. Εἶτα πῶς οὐδὲ τοῦτο πληροῦν δυνάμενοι περιγενήσεσθε τοπάρχου ἑνός; Καταδιῄρηται γὰρ ἡ τῶν Ἀσσυρίων ἀρχὴ, καὶ βασιλέας ὑποβεβηκότας ἔχει τοῦ πάντων μείζονος οἳ καὶ ὠνομάζοντο τοπάρχαι. Οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Αἰγυπτίοις, εἰς ἵππον, καὶ ἀναβάτην. Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν. Κύριος εἶπε πρός με· Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ ἄνελαι αὐτήν. Ἀποκείρει παντελῶς τὴν ἐπ' Αἰγυπτίοις ἐλπίδα, μονονουχὶ καὶ ἐν οἰκέταις ἤδη τετάχθαι λέγων τοὺς ἐπ' αὐτῇ πεποιθότας. Ἁλώσονται γὰρ, φησὶν, εὐκόλως ἵππῳ τε καὶ ἀναβάτῃ τεθαῤῥηκότες. Εἶτα πικρόν τι καὶ ὡς ἀπό γε τῆς ἐνούσης αὐτῷ δυστροπίας ἀποφθέγγεται, οὐκ ἄνευ Κυρίου διαβεβαιούμενος τὴν κατὰ τῆς Ἰουδαίας αἴρεσθαι μάχην. Εἰ γὰρ δὴ, φησὶ, καθάπερ αὐτοί φατε, μέγας τε καὶ ἀλκιμώτατος ὁ παρ' ὑμῖν ἐστι Θεὸς, καὶ ὑπεραθλεῖ τῆς χώρας, πῶς ἀνέβημεν ἐπ' αὐτήν; Εἰ μὲν γὰρ πεπλεονεκτήκαμεν τὴν τοῦ ἐπαμύναντος ἰσχὺν, οὐ μέγας ἐστὶ, μᾶλλον δὲ βραχύς τε καὶ ἄναλκις. Εἰ δὲ μέγας καὶ δυνατὸς, οὐ κεκωλύμεθα καταδῃοῦν θέλοντες τὴν Ἰουδαίαν· οὐκ ἀνέβημεν ἐπ' αὐτὴν ἄνευ Κυρίου. Καὶ εἶπε πρὸς αὐτὸν Ἐλιακεὶμ, καὶ ὁ Σομνᾶς ὁ γραμματεὺς, καὶ Ἰωάχ· Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστὶ, ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί. Καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; Καὶ εἶπε Ῥαψάκης πρὸς αὐτούς· Μὴ πρὸς τὸν Κύριον ὑμῶν, ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; Οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι καὶ ἅμα; Εὐκαταπτόητον ἀεί πώς ἐστι τὸ δημοτικὸν, καὶ πολὺ λίαν ἕτοιμον εἰς ὀλιγωρίαν ἐνεστηκότος μάλιστα πολέμου, καὶ σφαγῆς ἔσεσθαι προσδοκωμένης, ἐμπρησμῶν τε τῶν ἀνὰ τὴν πόλιν. Ταύτῃ τοι καὶ μάλα ἐμφρόνως οἱ τῷ Ῥαψάκῃ προσδιαλεγόμενοί φασι, μὴ δεῖν χρῆναι λαλεῖν αὐτὸν Ἰουδαϊστὶ, κεχρῆ-