Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.765
Not analysed yet
φημίαις τοῦτο δρᾷν. Καὶ γοῦν παραδέδοται μὲν ὁ Σωτὴρ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς, καὶ ὁ τοῦ κόσμου κριτὴς ἐκρίνετο παρ' αὐτοῖς. Ἀλλ' ἐσιώπα, ταῖς τῶν ψευδηγορούντων φωναῖς οὐκ ἀποκρινόμενος. Εἶτά φησι πρὸς αὐτὸν ὁ ἀρχιερεύς· «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, Ἀπ' ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, λέγων· Ἐβλασφήμησεν.» Ἔφη δὲ καὶ δι' ἑνὸς τῶν προφητῶν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι «Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν.» ᾬοντο γὰρ ἴσως εὐσεβεῖν, καὶ ταῖς ἀνωτάτω τιμαῖς κατευφραίνειν Θεὸν, ἐπὶ ταῖς κατ' αὐτοῦ δυσφημίαις τοὺς χιτῶνας κατασχίζοντες, κἂν εἰ μηδένα ποιοῖντο λόγον τῶν διὰ Μωσέως τεθεσπισμένων. Σάκκον μέν γε ἤτοι περίβλημα πενθικὸν περιτέθειται μὲν Ἐζεχίας, ἄνεισι δὲ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ μάλα εἰκότως. Πενθεῖν γὰρ ἀκόλουθον, κλαίειν δὲ καὶ κατατρύχεσθαι τοὺς ἐν ἀκμαῖς ὄντας κακῶν, καὶ σωτηρίας ἐλπίδα ποιεῖσθαι Θεὸν, αὐτῷ τε προσκαθῆσθαι, καὶ θαμίζειν ἐν ἁγίοις τόποις, ἔνθα μάλιστα πρεπωδέστερον τὰς πρὸς αὐτὸν ἱκετείας ποιοῖτ' ἄ τις. Καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκον πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην, καὶ εἶπαν αὐτῷ· Τάδε λέγει Ἐζεχίας· Ἡμέρα θλίψεως, καὶ ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ, καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. Εἴ πως εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλελειμμένων τούτων. Τοὺς προὔχοντας ἐν ἱερωσύνῃ καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐκ νόμου κατεστεμμένους ὁμοῦ τοῖς ἄλλοις, οὐκ ἂν ἐσθήμασιν ὄντας ἱεροῖς, καὶ τοῖς τῇ λειτουργίᾳ πρεπωδεστέροις· ἐν σάκκοις δὲ μᾶλλον, ἤτοι πενθικοῖς περιβλήμασι κατημφιεσμένους ἰέναι προστέταχε πρὸς τὸν μακάριον προφήτην Ἡσαΐαν, ἀπαγγεῖλαί τε ὅτι θλίψεως αὐτοῖς ἐπιπέπτωκεν ἡμέρα καὶ ὀνειδισμοῦ. Μονονουχὶ γὰρ, φησὶ, κατονειδίζει Θεὸς τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν, ὡς τῆς κατὰ νόμον ἐπιεικείας ἠμεληκότας· ἐλέγχει δὲ πεπλημμεληκότας, ἐπάγει τε οὕτω τὰ ἐξ ὀργῆς. Ἥκειν τε εἰς τοῦτο ὑπὸ τὰ πράγματα αὐτοῖς διαβεβαιοῦντο σαφῶς ὡς ἐοικέναι τὸν Ἰσραὴλ γυναικὶ μὲν τικτούσῃ, γενομένῃ δὲ λοιπὸν ἐν ἐσχάτοις διὰ τὸ μὴ δύνασθαι τεκεῖν. Βούλεται δὲ καὶ διὰ τῆς τοῦ προφήτου μεσιτείας ἐπακοῦσαι τῶν λόγων Ῥαψάκου τὸν τῶν ὅλων Θεὸν, οὓς ἀκήκοε δι' ἑαυτοῦ. Λανθάνει γὰρ αὐτὸν