Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.768
Not analysed yet
τῶν ὄντων οὐδὲν, ὡς δὲ ἤδη πολλῶν ἐν ἑτέραις πόλεσιν ἀνῃρημένων, ἐμπεπρησμένων τε οἴκων. Δεήθητι, φησὶ, περὶ τῶν καταλελειμμένων τούτων. Εὐσεβὴς ἄγαν ὁ Ἐζεχίας, συλλήπτορα παρακαλῶν γενέσθαι τὸν παρὰ τῷ Θεῷ τίμιον δηλονότι τὸν προφήτην. Ἐπωφελὲς οὖν ἄρα τὸ προσπίπτειν Θεῷ προεστηκότων ἁγίων. Κατανεύει γὰρ δι' αὐτοὺς, καὶ ἐποικτείρει πολλάκις, καὶ τῶν ῥᾳθυμεῖν εἰωθότων τὸ δάκρυον. Καὶ εἶπεν αὐτοῖς Ἡσαΐας· Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· Τάδε λέγει Κύριος· Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. Παραθαρσύνει Θεὸς, καὶ οὐκ εἰς μακρὰν, ἀλλ' εὐθὺ καὶ παραχρῆμα τὸν ἐπ' αὐτῷ πεποιθότα, καὶ ὀνησιφόρον αὐτῷ δέδειχε τὴν ἐλπίδα, καὶ οὐκ ἄμισθον τὸ δραμεῖν εἰς οἶκον Κυρίου, καὶ ὁμοῦ ταῖς λιταῖς τὸ ἐκ πόνου καθεῖναι δάκρυον. Ἐκμειλίσσεται οὕτως φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Δεσπότης. Ἐπειδὴ δὲ ὁ Ῥαψάκης ἀποκείρων τῶν ἐξ Ἰσραὴλ τοῦ σωθῆναι τὴν ἐλπίδα, κἂν εἰ ἕλοιτο διασώζειν αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, ἀνοσίως ἔφασκε· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας, ὅτι ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τούτων ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; Ταύτῃ τοι καὶ μάλα εἰκότως ἀπαλλάττει δειμάτων, καὶ ψυχροῖς, καὶ γραώδεσι λόγοις, καὶ βαρβαρικαῖς ἀθυροστομίαις ἐπιστυγνάζειν οὐκ ἐᾷ, μᾶλλον δὲ ἀναῤῥώννυσιν εἰς πολύευκτον ἐλπίδα, καὶ οὐχ ἑκόντα λέγων τὸν ἀλαζόνα τύραννον ἀνακομισθήσεσθαι εἰς τὴν ἑαυτοῦ πονηροῦ καταπτοοῦντος πνεύματος, καὶ εἰς δειλίας αὐτὸν τὰς ὑπέρ γε τῆς ἑαυτοῦ βασιλείας οὐ φορητῶς συνελαύνοντος, πεσεῖσθαι δὲ καὶ μαχαίρᾳ, κινδυνεύσαντα μὲν οὐδαμῶς ἐν ἀλλοδαπῇ, οὔτε μὲν ἐπαυχήσαντα ταῖς κατὰ τῶν πολεμίων σφαγαῖς, καὶ τῆς κατ' ἐχθρῶν εὐανδρίας, λαμπρὰ πλουτοῦντα γέρα· ἀλλ' ἐν τῇ γῇ αὐτοῦ ποιεῖσθαι τὰς διατριβὰς, πέπτωκεν ἐκεῖ ἐν τῇ γῇ αὐτοῦ παρ' ἐλπίδα τοῦτο, καὶ ἀδοκήτως συμβεβηκός. Ἔνθα γὰρ οἴεσθαι δειμάτων ἀπηλλαγμένον ποιεῖσθαι τὰς διατριβὰς πέπτωκεν ἐκεῖ, καὶ παρ' ὧν ἦν εἰκὸς σώζεσθαι· κινδυνεύοντα. Τίνες δὲ οὗτοι διὰ τῶν ἐφεξῆς εἰσόμεθα. Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε πολιορκοῦντα τὸν βασιλέα Λαμνά· καὶ ἤκουσε βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θαραθὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεχίαν, λέγων· Οὕτως ἐρεῖτε Ἐζεχίᾳ βασιλεῖ τῆς Ἰουδαίας· Μή σε ἀπατάτω ὁ Θεός σου ἐφ' ᾧ πέποιθας ἐπ' αὐτῷ, λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων, πᾶσαν τὴν γῆν ἀπώλεσαν; μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γάζαν καὶ Χαῤῥὰν, καὶ Ῥαφεῖς, αἵ εἰσιν ἐν χώρᾳ Θαιμάν, Ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ, καὶ Ἀρφὰθ, καὶ πόλεως Ἐμφαρουεὶμ Ἀνὰ καὶ Αὐά;