Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.789
Not analysed yet
μονονουχὶ καταβρυχόμενος ὡς ἐν εἴδει θηρίου ὁ θάνατος, καὶ τὴν ἔφοδον ἀπειλῶν, ἤγουν τὸ ἐκ τοῦ τεθνάναι προσδοκᾷν ἀνειμένον δεῖμα. Συντρίβει γὰρ φόβος τε ὁμοῦ καὶ δυσθυμία ψυχὴν, καὶ πᾶσαν αὐτῆς συνθρίπτει δύναμιν. Ὡς χελιδὼν, οὕτως φωνήσω, καὶ ὡς περιστερὰ, οὕτως μελετήσω. Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς Κύριον, ὃς ἐξείλετό με, καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς. Κύριε, καὶ περὶ αὐτῆς ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακληθεὶς ἔζησα. Εἴλου γάρ μου τὴν ψυχὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. Τὰς χαριστηρίους ἀνατείνων ᾠδὰς, τὰ τῶν στρουθίων εὐστομεῖν εἰωθότα μιμεῖσθαι κατεπαγγέλλεται, καὶ ἀκαταλήκτους ποιεῖσθαι τὰς ὑμνῳδίας. Φησὶ δὲ ὅτι τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀνατείνας πρὸς Θεὸν, σέσωσται, καὶ διαπέφευγε καὶ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ αὐτὸν δὲ τὸν θάνατον. Ἐξήγειρας γὰρ, φησὶ, τὴν ζωὴν, ἔζησά τε καὶ περιεποιήσω τὴν ἐμὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. Τοῦτο δὲ οὐκ ἔστι νοσοῦντος τὴν ἀλαζονείαν, ἀλλ' ἐπεγνωκότος ἤδη τὴν ἑαυτοῦ φύσιν, καὶ εἰδότος ἀκριβῶς ὅτι πολλαῖς ἔνοχοι πάντες ἐσμὲν ἁμαρτίαις, κἂν εἰ μὴ βούλοιτο σώζειν ἐλέῳ Θεὸς, οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἀλλ' οὐδ' ἂν παῤῥησιάσηται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας. Οὐκοῦν ἐν ταῖς εὐπαθείαις, αἵπερ ἂν ἡμῖν γένοιντο παρὰ Θεοῦ, δοξολογείσθω πρὸς ἡμῶν ὡς ἀμνημονήσας τῶν ἐφ' οἷς ἦν εἰκὸς ὁσίως κολάζεσθαι. Σοφοὶ γὰρ, φησὶν, οἱ ἑαυτῶν ἐπιγνώμονες Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου. Οἱ ζῶντες εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ. Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Τὴν ἴσην ἃν ἔχοι τοῖς προκειμένοις διάνοιαν τὰ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς εἰρημένα· «Τίς ἡ ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὰ θαυμάσιά σου;» Οἱ γὰρ ἅπαξ τεθνεῶτες, καὶ ταῖς ᾅδου πύλαις γεγονότες κάτοχοι, ἀποπεπαύσονται τάχα που καὶ τοῦ δοξολογεῖν. Προσεπιθεῖεν δ' ἂν οἷς εἰργάσαντο παντελῶς οὐδὲν, μενοῦσι δὲ μᾶλλον ἐν οἷς κατελείφθησαν, καὶ τὸν τῆς καθόλου κρίσεως ἐκδέξονται καιρόν. Οὐκοῦν οἱ ζῶντες, φησὶν, καὶ τοῦτο δρᾷν ὅτι τὸ ἀγαθὸν ἔχοντες ἐξουσίαν, ἐπειδὰν εὐπάθειεν, εὐλογήσουσί σε ὃν τρόπον κἀγώ. Ὑπισχνεῖται δὲ παιδία ποιεῖν, ἃ ἀναγγελοῦσι τὴν τοῦ Θεοῦ δικαιοσύνην. Καὶ οἱ μέν φασιν ὅτι χοροστασίαν ἀπαγγέλλεται, καὶ ψαλτῳδοὺς τοὺς ἔν γε τῷ θείῳ ναῷ κατα-