Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.788
Not analysed yet
Ἐμπεδοῖ δὲ πρὸς πίστιν, ὅτι πρὸς πέρας ἐκβήσεται τὰ ἐπηγγελμένα σημείῳ τῷ κατὰ τὸν ἥλιον, κατὰ τὴν γενομένην τότε ἐπιστροφὴν τῆς σκιᾶς ἐν τοῖς δέκα ἀναβαθμοῖς. Φασὶ δὲ ὅτι Ἄχαζ ὁ Ἐζεχίου πατὴρ ὡς ἐκ μηχανῆς τινος καὶ τέχνης ἐν τῷ ἰδίῳ οἴκῳ ἀναβαθμούς τινας γενέσθαι παρεσκεύασεν, οἷον ὡρολογοῦντας, καὶ τὸν ἡλίου δρόμον ἐκμετρεῖν εἰωθότας τῇ καταδρομῇ τῆς ἐπ' αὐτοῖς γενομένης σκιᾶς. Ὅτι τοίνυν ἔμελλεν ὁ Ἐζεχίας ὑπονοστήσειν εἰς ζωὴν, φανερὸν ἐποίει Θεὸς ἀνόπιν ἰούσης τῆς ἡλίου σκιᾶς, καὶ ἐκτεινομένης ἡμέρας εἰς ὡρῶν ἀσύνηθες μέτρον. Δυσήνυτον δὲ παντελῶς οὐδὲν τῷ τῶν ὅλων Δεσπότῃ, ἀλλ' ὅπερ ἂν ἕλοιτο, κατορθοῖ κατανεύσας μόνον. ΠΡΟΣΕΥΧΗ ΕΖΕΧΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ΙΟΥΔΑΙΑΣ, Ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, Πορεύσομαι ἐν πύλαις ᾅδου· καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. Εἶπα· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου. Κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ' ἐμοὶ ἐγένετο, ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην, ἕως πρωῒ ὡς λέοντι, οὕτως τὰ ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην αὐτῷ. Ἀναγκαῖον ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων εἰπεῖν· οἱ μὲν γὰρ Ἑβδομήκοντα τεθείκασιν, ἐν τούτοις τὸ «ἐν τῷ ὕψει τῶν ἡμερῶν μου,» ὡς γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν τὸ «ἐν ἡμίσει τῶν ἡμερῶν» ἐκδεδώκασιν. Οἶμαι δὲ ἔγωγε, καὶ σφόδρα ἐμφρόνως τὰς τῶν Ἑβδομήκοντα τεθεῖσθαι φωνάς. Πεπολιόρκητο μὲν γὰρ ἡ ἁγία πόλις, Ῥαψάκου καὶ τῶν σὺν αὐτῷ κύκλῳ περιστησάντων τὴν τῶν Ἀσσυρίων ἀριθμοῦ κρείττονα πληθύν. Ἀλλ' ἐπηγγέλλετο Θεὸς διὰ τῆς Ἡσαΐου φωνῆς, ὅτι ποιήσει παράδοξα, καὶ διασώσει τοὺς κινδυνεύοντας, καὶ ἀποστήσει τῆς Ἰουδαίας τὸν τύραννον, καὶ ὅτι τεθνήξεται τὰ οἴκοι καταλαβών. Τούτων δὴ οὖν ἁπάντων εἰς πέρας ἐκβεβηκότων, καθ' ὃν ἔφη καιρὸν ὁ τῶν ὅλων Θεὸς, ἔμελλε τῆς Ἐζεχίου βασιλείας αἴρεσθαι εἰς ὕψος τὰ αὐχήματα. Ἐγὼ τοίνυν εἶπον ἐν ἐμαυτῷ, φησὶν, ὅτι ἐν καιρῷ τῆς εὐκλείας, ἤγουν ἐν αὐτῷ τῷ ὑψοῦσθαι τὰς ἡμέρας μου, ἔσομαι μὲν ἐν πύλαις ᾅδου, καταλείψω δὲ τὰ ἔτη τὰ ἐπίλοιπα. Εἶτα τούτοις προσεπάγει τὰ δι' ὧν τοῖς ἐσχάτοις δείμασι συμβαίνει προσομιλεῖν τοὺς ἀῤῥωστείᾳ κατειλημμένους, καὶ οὐ μακρὰν ὁρῶντας τὸν θάνατον. Ταῦτα δέ ἐστιν τὸ, Οὐκέτι οὐ μὴ ἴδω σωτηρίαν τὴν παρὰ Θεοῦ, οὔτε μὴν ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας τῆς ἐμῆς· ἀφῆκα τὸ λοιπὸν τῆς ζωῆς μου, ἀπῆλθεν ἀπ' ἐμοῦ· γέγονα δὲ ὥσπερ λυομένη σκηνὴ, καὶ ὡς ἱστὸς γυναικὸς ἐρίθου, τοῦτ' ἔστιν, ἐργαζομένης, ἤγουν ὑφαινούσης, καὶ λοιπὸν ἐγγιζούσης ἐκτεμεῖν. Εἶτά φησιν, ὅτι Ἐν ὅλῃ νυκτὶ καὶ ἡμέρᾳ καθάπερ τινὶ λέοντι παρεδόθη τὰ ὀστᾶ μου συντρίβοντι. Καὶ τίς ὁ λέων; Ἢ τῆς ἀῤῥωστείας τὸ ἄχθος, καὶ