Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.793.1
Not analysed yet
χορδᾶν τὸν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ. Ἀλλ' ὡς ἔοικεν, ἐκείνου γεγονότος ἐκ μέσου, τοὺς τῆς βασιλείας κεκληρονόμηκε θώκους Μεωδὰχ ὁ τοῦ Λααδάν. Οὗτος πεπομφέναι λέγεται πρὸς Ἐζεχίαν δῶρά τε ὁμοῦ καὶ ἐπιστολὰς, καὶ πρέσβεις· καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρόφασις, εἰπεῖν ἀναγκαῖον. Ἤκουσε γὰρ, φησὶν, ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη· ἀλλ' οὐχὶ τοῦτο μόνον τὸ μαλακισθῆναι μὲν, φημὶ, τὸν Ἐζεχίαν, ῥέψαι δὲ αὖθις εἰς εὐρωστίαν ἀναδραμεῖν, κατέπληξε τὸν Βαβυλώνιον, ἀλλ' ἐκεῖνο πάντως τὸ μέγα καὶ ἐξαίσιον ἀληθῶς σημεῖον· ἀῤῥήτῳ τε καὶ θεοπρεπεῖ νεύματι παλινδρομεῖν ὁ ἥλιος προσετάττετο καὶ ὀπίσω βαδίζειν, ὥστε καὶ ἀνελθεῖν τὴν σκιὰν τοὺς δέκα ἀναβαθμούς. Βαβυλωνίων δὲ καὶ Χαλδαίων, οἱ ἐπίκλην σοφοὶ, ἰσχνοὶ λίαν ὑπάρχοντες, εἰ καὶ αὐτοὺς εἶναι φάσκοντες περί τε τοῦ ἡλίου δρόμον, καὶ ἀστέρων ἐπανατολὰς, καὶ δύσεις, οὐκ ἠγνοήκασι κατὰ τὸ εἰκὸς τὴν ἀνόπιν ὑποστροφὴν, καὶ τῆς ἡμέρας ἐκείνης τὸ ἀσύνηθες μῆκος. Ἦν δὲ δὴ καὶ μάλα εἰκὸς ἐκτεθρυλλῆσθαι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τοῦ σημείου τὴν δύναμιν, καὶ ὅτι δέδοται πρὸς βεβαίωσιν τῆς ἐπαγγελίας τοῦ Θεοῦ τῆς ἐπί γε, φημὶ, τῷ Ἐζεχίᾳ γενομένης. Καὶ καθ' ἕτερον δὲ τρόπον τεθαυμακέναι φαμὲν τὸν Μεωδὰχ τὸ παραδόξως συμβεβηκὸς τοῖς μετὰ Ῥαψάκου πολιορκήσασι τὴν Ἱερουσαλὴμ, οὓς ἐν μιᾷ νυκτὶ δεδαπάνηκεν ἀγγέλου καταπταίουσα χεὶρ, ὡς εὑρεθῆναι πάντα πρωῒ τὰ σώματα νεκρά. Οὐκοῦν ἧκον μὲν οἱ πρέσβεις, ἐπ' αὐταῖς δὴ ταύταις ταῖς πέρα λόγου θεοσημίαις καταθαυμάσαντος τοῦ Μεωδὰχ τὴν Ἐζεχίου δικαιοσύνην. Ὁ δὲ καίτοι δέον τοῖς ἐκ Βαβυλῶνος ἀφιγμένοις λαμπρὰν ποιεῖσθαι διήγησιν τὰς κατὰ καιροὺς ἐπικουρίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τῶν παραδόξων τὴν μεγαλουργίαν, ἵνα καὶ ἔτι μειζόνως τὴν θείαν ὑπεροχὴν θαυμάζοντες, καὶ τὴν ἄμαχον ἐξουσίαν τοῦ πάντων Δεσπότου, διὰ τῶν παρ' αὐτοῦ μυσταγωγηθέντων λόγων, ὑπονοστήσειαν εἰς τὴν ἑαυτῶν, τὴν περὶ Θεοῦ γνῶσιν καταπλουτήσαντες· ἦν γὰρ οὕτω δύνασθαι καὶ ἑτέρους ὠφελεῖν ἐπαγγέλλοντας ἃ μεμαθήκασι· τοῦτο μὲν οὐκ ἔδρα, παρεκομίσθη δὲ μᾶλλον εἰς ἀνθρωπίνην φιλοκομπίαν, καὶ οὐκ ἀφ' ὧν τετίμηται παρὰ Θεοῦ τὴν ἑαυτοῦ δόξαν οἰκονομεῖ, ἀλλ' ἐκ πλούτου τοῦ κατὰ τὴν βασιλείαν, καὶ μέχρι τούτων ὁρίζει τῆς ἐνούσης εὐκλείας ἑαυτῷ τὴν δύναμιν. Ἔδειξε γὰρ, φησὶν, αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθά· διερμηνεύεται δὲ τὸ Νεχοθὰ τῶν ἀρωμάτων, καὶ τῆς στακτῆς, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, τοῦτ' ἔστι, τῆς περιουσίας. Γάζα γὰρ λέξις μὲν εἶναι λέγεται Περσικὴ, δηλοῖ δὲ τὸν πλοῦτον, ἤτοι τὴν περιουσίαν. Καὶ ἦλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεχίαν, καὶ εἶπε πρὸς αὐτόν· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασι πρὸς σέ; Καὶ εἶπεν Ἐζεχίας· Ἐκ γῆς πόῤῥωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος. Καὶ εἶπεν Ἡσαΐας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; Καὶ εἶπεν Ἐζεχίας· Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου εἴδοσαν. Καὶ εἶπεν αὐτῷ