Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.796
Not analysed yet
Ἡσαΐας· Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλείψωσιν· εἶπε δὲ ὁ Θεός· ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησάς γε λήψονται, καὶ ποιήσουσι σπάδονας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. Ἀπέσταλται μὲν ὁ προφήτης παρὰ Θεοῦ, πλὴν ἐν ἀρχαῖς Ἐζεχίᾳ συντετυχηκὼς ὡς ἀπὸ γνώμης οἰκείας ἀφιγμένος προσποιεῖται λαλεῖν. Ταύτῃ τοί φησι· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Ἐν ἤθει δὲ πολλῷ γέγονεν ὁ λόγος αὐτῷ. Ἀφίκοντο μὲν γὰρ οἱ Βαβυλώνιοι, τάχα που τὴν αἰτίαν, ὡς ἔφην, ἀναμαθεῖν σπουδάζοντες τῆς ἀνόπιν ὑποστροφῆς τοῦ ἡλίου, καὶ ἐφ' ὅτῳ γέγονε τὸ διαβόητον οὕτω σημεῖον. Ὁ δὲ καίτοι μᾶλλον, ὡς ἔφην, ἀφηγεῖσθαι δέον αὐτοῖς τὴν θείαν ὑπεροχὴν, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν ἡ κτίσις παραχωρεῖ, τὸν οἶκον ἔδειξε τῶν θυμιαμάτων, καὶ τῆς γάζης. Διαπυνθάνεται τοιγαροῦν ὁ προφήτης ἐφ' ὅτῳ τε ἥκουσι, καὶ τίς ὁ λόγος αὐτοῖς. Ὁ δὲ πρὸς τοῦτο μὲν ἔφη παντελῶς οὐδέν; ὅτι δὲ ἐκ Βαβυλῶνος ἥκουσι, καὶ ἐκ γῆς μακρόθεν, αὐτὸ δὴ τουτὶ καὶ μόνον φησί· τάχα που καὶ μέγα πεφρονηκὼς, ὡς καὶ τῶν ἄγαν, καὶ μακροῖς διαστήμασι τοῖς μεταξὺ κειμένοις ἀφεστηκότων, τῆς πρὸς αὐτὸν μεταποιεῖσθαι φιλίας οὐ μετρίως διεσπουδακότων. Ἐρομένου δὴ οὖν τοῦ προφήτου τί ἄρα τεθέανται, τοῦ γε μὴν βασιλέως οὐδὲν ἀπομεῖναι λέγοντος ἄποπτον αὐτοῖς, ἡμέρας ἥξειν φησὶ, καθ' ἂς ἅπαντα τὰ ἐν τοῖς θησαυροῖς αὐτοῦ, καὶ διὰ σπουδῆς, καὶ διὰ φροντίδος τῶν πρὸ αὐτοῦ συναγηγερμένα, μετοιχήσονται πρὸς Βαβυλωνίους; προσετίθει δὲ τούτοις ὅτι καὶ ἐκ τῶν ἐσομένων αὐτῷ κατὰ καιροὺς παίδων, ὡς ἐν μακροτέραις δὲ τοῦ γένους διαδοχαῖς σπάδονας, τοῦτ' ἔστιν, εὐνούχους, ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων ποιήσουσιν οἱ ταῦτα δηλονότι τεχνῖται. Συμβεβηκέναι δὲ τὰ τοιαῦτά φησι, μᾶλλον δὲ ἡ τῶν Βασιλειῶν διαμαρτύρεται βίβλος, ἐν ἡμέραις Ἰεχονίου, ὅτε κατὰ κράτος ἅπασαν τὴν Ἰουδαίαν ἑλὼν ὁ Ναβουχοδονόσορ, κατεμπρήσας δὲ τὰ Ἱεροσόλυμα, καὶ προσέτι τὸν θεῖον νεὼν, ἀπεκόμισε τὸν Ἰσραὴλ αἰχμάλωτον, ἐν οἷς ἦσαν οἱ τῶν ἀμφὶ τὸν θεσπέσιον Δανιὴλ ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων, οὕς φασι γενέσθαι σπάδονας, τοῦτ' ἔστιν εὐνούχους. Ποία τις οὖν ἄρα καὶ ἐφ' ὅτῳ χρησίμῳ γέγονε τῆς τοιᾶσδε προαπαγγελίας τὸ χρῆμα; Δείκνυσι γὰρ διὰ τούτου Θεὸς, ἢ ὅτι τοῖς ἐκ Βαβυλῶνος ἥκουσιν, ἄμεινον ἦν δήπου, καὶ σοφὸν, ἀναγκαίαν ποιήσασθαι διήγησιν τὰ παραδόξως γεγενημένα διὰ τῆς θείας ὑπεροχῆς, καὶ μεγαλουργίας, ἤγουν καὶ μονονουχὶ καὶ κατερεθίσαι τὸν Βαβυλωνίων ὀφθαλμὸν, διὰ τοῦ παραδεῖξαι τὰ κεκρυμμένα ἐν θησαυροῖς. Καὶ εἶπεν Ἐζεχίας πρὸς Ἡσαΐαν· Ἀγαθὸς ὁ λόγος Κυρίου ὃν ἐλάλησε· γενέσθω δὲ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Ἠπόρησε πρὸς ἀπολογίαν, καὶ τοῖς ἑαυτοῦ πταίμασι τὸν ἐπικουροῦντα λόγον οὐκ ἔχων, ἀγαθὸν εἶναί φησι τὸν τοῦ Θεοῦ λόγον, καίτοι προαπηγγελκότα τὰ ἐφ' οἷς ἦν εἰκὸς ἄσχετον ἐξ ὀμμάτων καταχεῖσθαι