Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.797
Not analysed yet
δάκρυον. Εἶτα τὴν ἐν ταῖς ἰδίαις ἡμέραις εἰρημένην [γρ. εἰρήνην] ζητεῖ, μονονουχὶ καὶ φράσας ἐῤῥῶσθαι τοῖς μετ' αὐτὸν ἐσομένοις, καὶ ἀφειδήσας παντελῶς χώρας τε ὁμοῦ τῆς ἰδίας πόλεώς τε καὶ γένους. Ἀλλ' ἦν ἄμεινον αὐτῷ κατολοφύρεσθαι μὲν ἐπί γε τοῖς προηγορευμένοις, ἐξαιτῆσαι δὲ παρὰ Θεοῦ τὸν ἔλεον, καὶ ἐπὶ τοῖς μετ' αὐτὸν, οὐ πρόσκαιρον, καὶ συνεσταλμένην εὐημερίαν αἰτεῖν. Ἀλλὰ γὰρ ἀσθενὴς ἄγαν ὁ ἀνθρώπου νοῦς, καὶ πολλὰ πταίομεν, κατὰ τὸ γεγραμμένον, ἀγχίνους δὲ καὶ σοφὸς οὐδεὶς ἂν γένοιτο τῶν καθ' ἡμᾶς εἰσάπαν, διεκπίπτει δὲ πολλάκις εἰς τὸ μὴ ἔχον ὀρθῶς, καὶ καρδία θεοφιλὴς, καὶ νοῦς ὁ τεθαυμασμένος. Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Μεταπεφοίτηκεν ὁ λόγος ἐπὶ τὰ ἐν Χριστῷ, καὶ τῆς δι' αὐτοῦ χάριτος ποιεῖται λοιπὸν ἐναργῆ τὴν ἀνάῤῥησιν· πλὴν οὐκ ἔξω τοῦ εἰκότος ὁρᾶται κεχωρηκὼς, οὔτε μὴν εἰσκεκομισμένος ἐν οὐ καιρῷ τῷ καθήκοντι. Φαῖεν γὰρ ἂν ἴσως τινὲς τῶν οὐ λίαν ἠκριβηκότων τὰ ἐν τῇ θείᾳ Γραφῇ· Τίνα δὴ τρόπον τοῖς Ἐζεχίου λόγοις ὁ προφήτης ἐν τούτοις ἡμῖν ποιεῖται γείτονα τὴν ἐπὶ Χριστῷ προαγόρευσιν; Ἀπολογησόμεθα δὲ πρὸς τοῦτο ἡμεῖς ἐκεῖνο λέγοντες· ὅτι διαμνημονεύσας ὁ λόγος τῆς τελευταίας ἁλώσεως τῆς Ἰουδαίων γῆς, καὶ αὐτῶν δὲ τῶν Ἱεροσολύμων, ὡς ἐν καιρῷ καὶ χρείᾳ λοιπὸν, τὴν μετὰ τοῦτο γενομένην παρὰ Θεοῦ παράκλησιν εἰσκεκόμικεν ἀναγκαίως. Ἐρῶ δὲ διὰ βραχέων τὴν διασάφησιν ἀκριβῆ τῶν ἀρτίως ἡμῖν εἰρημένων. Πλεῖσται μὲν γὰρ γεγόνασι κατὰ τῶν Ἱεροσολύμων ἔφοδοι, καὶ πεπόρθηται πολλάκις ἡ τῶν Ἰουδαίων χώρα· τοῦτο μὲν ὑπὸ χειρὸς Ἀσσυρίων· τοῦτο δὲ καὶ ἐξ ὁμόρων Βαρβάρων, καὶ μὴν καὶ ἑτέρων τινῶν καταδῃούντων αὐτήν. Εἶτα τελευταία γέγονεν ἅλωσις, ἡ διά γε τοῦ Ναβουχοδονόσορ ἐν καιροῖς τῆς Ἰεχονίου βασιλείας, ὅτε καὶ αἰχμάλωτος ὁ Ἰσραὴλ εἰς τὴν τῶν ᾑρηκότων ἀπεκομίσθη χώραν. Καὶ ἐν καιροῖς τῆς βασιλείας Κύρου τῆς αἰχμαλωσίας ἀνέθη καὶ ὑπενόστησεν εἰς τὴν Ἰουδαίαν, ἀνεδείματό τε τὸν νεὼν, καὶ κατῳκήκασιν οὐ μεμερισμένως, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας. Ἐπειδὴ τοίνυν τῆς ἐσχάτης αἰχμαλωσίας πεποίηται μνήμην, ὄτε πάντα τὰ ἐν θησαυροῖς τῶν βασιλέων τῆς Ἰουδαίας ἐλθόντες [γρ. ἔχοντες] οἱ Βαβυλώνιοι ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, ἀναγκαίως καὶ τῆς μετὰ τοῦτο γεγενημένης παρακλήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ, ποιεῖται τὴν προαγόρευσιν τοῖς τὸ θεῖον ἱερουργοῦσιν Εὐαγγέλιον, ἐπιτάττων, καὶ λέγων· «Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.» Παράκλησις γὰρ πρὸς σωτηρίαν πρώτοις μάλιστα τοῖς ἐξ Ἰσραὴλ ἡ Χριστοῦ γέγονε πα-