Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.801
Not analysed yet
οὖν ἄρα συνιέναι χρὴ τὸ εἰρημένον; οἱονεὶ γάρ τις φιλόπαις πατὴρ καὶ πλείστην ἔχων τὴν εὐσπλαγχνίαν πλημμελοῦντά τινα τὸν υἱὸν (τῶν υἱῶν̣) ὀλίγα λελυπηκὼς, οἴεται τάχα που καὶ παρὰ τοῦ μέτρου τὸ ἐπ' αὐτῷ πεποιῆσθαι κίνημα· αἴτιον δὲ τούτου φιλοστοργία, καὶ ἡ παισὶν ἐκ πατρὸς ὀφειλομένη διάθεσις· οὕτω δεδέχθαι φησὶν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς, τὴν παρακαλουμένην Ἱερουσαλὴμ, ἐπὶ πολὺ μὲν ἄγαν κατεγνωσμένην, δεινοῖς τε, καὶ ἀφορήτοις πράγμασι, μετρίως γε μὴν, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ' αὐτοῦ γινομένοις κεκολασμένην. «Καὶ γάρ ἐστιν ἀληθῶς οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν; οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν.» Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα, καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε. Λελυτρῶσθαι λέγων τὸν Ἰσραὴλ, ἀπηλλάχθαι δὲ καὶ τῶν ἰδίων πταισμάτων τὴν Ἱερουσαλὴμ παρακληθῆναί τε προστεταχὼς αὐτὴν, μονονουχὶ κατὰ πόδας τῶν εἰρημένων ἰόντα τε, καὶ τρέχοντα τὸν τῆς παρακλήσεως ὑποφαίνει καιρόν· ἔστι δὲ οὗτος τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὗ καὶ πρόδρομος εἰσβέβηκεν ὁ θεσπέσιος Βαπτιστὴς ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, διακεκραγώς τε καὶ λέγων· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.» Τοῦτό τοι προεγνωκὼς ἐν πνεύματι, καὶ ὁ μακάριος Ζαχαρίας ὁ αὐτοῦ γεγονὼς Ἰωάννου πατὴρ προεφήτευσε, λέγων· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ.» Καὶ περὶ αὐτοῦ πρὸς αὐτοὺς ἔφασκεν ὁ Σωτήρ· «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων.» Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Ἥλιος μὲν γὰρ δικαιοσύνης, καὶ φῶς τὸ ἀληθινόν ἐστιν ὁ Χριστός. Λύχνῳ δὲ παρεικάζει τὸ Γράμμα τὸ ἱερὸν, τὸν μακάριον Βαπτιστήν. Ὡς γὰρ πρὸς τὸ θεῖόν τε καὶ ἄῤῥητον φῶς, πρὸς τὴν ἄφραστόν τε καὶ ὑπερμεγέθη λαμπρότητα, παρεικάζοιτο ἂν εἰκὸς τῷ λύχνῳ τῷ βραχεῖ τὸ τῆς ἀνθρωπίνης διανοίας μέτρον, καὶ εἰ πλῆρες γένοιτο φωτὸς καὶ σοφίας. Τί τοίνυν ἐστὶ τὸ, «Ἑτοιμάσατε τὴν ὀδὸν Κυρίου,» καὶ τό γε δὴ δεῖν εὐθείας ποιεῖσθαι τὰς τρίβους αὐτοῦ; Σαφηνίζει προστιθείς· «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα.» Εἰσὶ μὲν γὰρ λεωφόροι τινὲς, ἤτοι τρίβοι βάσιμοι μὲν ἥκιστά γε, τραχεῖαι δὲ αὗται καὶ δυσπόρευτοι, ὡς πῆ μὲν ἀνίστασθαι πρὸς ὄρη τε καὶ βουνοὺς, πῆ δὲ αὐτὰς καταφέρεσθαι, καὶ εἰς κρημνοὺς ἀποκρεμᾶσθαι βαθεῖς. Εἰ δὲ δὴ γένοιτό πως ὑφιζῆσαι μὲν τὰ ὑψοῦ καὶ ἀνάντη, ἀναπίμπλασθαι δὲ τὰ ἐν κοίλῳ καὶ βάθει, τότε δὴ, τότε πάντη τε καὶ πάντως εἰς εὐθεῖαν ἔσται τὰ σκολιὰ, καὶ εἰς