Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.804.1
Not analysed yet
ψιλὰ πεδία, καὶ οἶον ὕπτιον ἔχοντα τὴν ὁδὸν τὰ τραχέα τε, καὶ φαραγγώδη. Πότε τοῦτο; τοῦτο γέγονε νοητῶς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος. Πάλαι μὲν γὰρ ἅπασιν, ὡς ἔπος εἰπεῖν, ἀνθρώποις δυσπόρευτος ἦν ἡ ἐξαίρετος ζωὴ, καὶ τῆς εὐαγγελικῆς πολιτείας ἡ τρίβος ἀνεπιτήδευτος, διάτοι τὸ κεκρατῆσθαι τὸν τῶν ἁπάντων νοῦν κοσμικαῖς καὶ γεώδεσιν ἐπιθυμίαις, καὶ τοῖς τῆς σαρκὸς ἐκτόποις κινήμασιν ὑποφέρεσθαι. Ἐπειδὴ δὲ γεγονὼς ἄνθρωπος, ἤτοι σὰρξ, κατὰ τὰς Γραφὰς, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καθεῖλε δὲ καὶ ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, λείαν ἡμῖν καὶ εὐδρομωτάτην ἀπέφηνε τὴν εἰς εὐσέβειαν ὁδὸν οὐδὲν ἔχουσαν τὸ ἄναντες, ἢ καὶ ἠρμένον ὑψοῦ, οὐδὲν τὸ κοῖλον τὸ κάτω, ἀλλ' εἰς πεδία μᾶλλον ἐψιλωμένην. Πάντα τὰ σκολιὰ γεγόνασιν εἰς εὐθεῖαν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ «καὶ ὀφθήσεται, φησὶν, ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.» Δόξαν δὲ φησὶν ὀφθήσεσθαι, πῶς ἢ τίνα τρόπον; Ἦν μὲν γὰρ, καὶ ἔστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἅτε δὴ καὶ Θεὸς ὑπάρχων, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ἐν ταῖς τῆς θεότητος ὑπεροχαῖς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, θρόνων τε, καὶ κυριοτήτων καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος, ἐγνώκαμεν δὲ καὶ ἡμεῖς τὴν δόξαν αὐτοῦ, καίτοι πάλαι μὴ εἰδότες, ὅτε καθ' ἡμᾶς γενόμενος ἄνθρωπος οἰκονομικῶς ἔδειξεν ἑαυτὸν, ἰσοσθενῆ, καὶ ἰσουργὸν, καὶ ἰσοκλεᾶ τῷ Θεῷ καὶ Πατρὶ, φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ κατορθῶν εὐκόλως τὰς θεοσημίας, ἐπιτιμῶν τῇ κτίσει, νεκροὺς ἀνιστὰς, καὶ τὰ ἕτερα δὲ τῶν θαυμάτων ἀμογητὶ κατορθῶν. Ὤφθη τοίνυν ἡ δόξα Κυρίου· τεθέαται δὲ καὶ πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρός. Σωτῆρα γὰρ ἡμῖν καὶ Λυτρωτὴν πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱόν. Τελειοῦντος γὰρ οὐδὲν τοῦ νόμου, καὶ τῶν ἐν τύποις θυσιῶν οὐκ ἐχουσῶν τὸ δύνασθαι διασμήχειν ἁμαρτίας, ἐν Χριστῷ τελειούμεθα, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι, τῷ τῆς υἱοθεσίας τετιμήμεθα πνεύματι. Καὶ ἡ μὲν ἐπὶ τούτῳ χάρις, τό γε ἧκον εἰς τὸν τοῦ διασώζοντος σκοπὸν, ἐπὶ πᾶσαν ἂν ἴοι σάρκα, τοῦτ' ἔστιν, ἐπὶ πάντας ἀνθρώπους. Σάρκα γὰρ ἐν τούτοις τὸν ἄνθρωπον νοητέον. Εἰ δὲ δὴ φαίνοιντό τινες τῆς σωτηρίας ἠμοιρηκότες, ἀψευδὴς ἂν εἴη, καὶ οὕτως ὁ τοῦ προφήτου λόγος. Ὁ γὰρ σκοπὸς τοῦ τιμήσαντος. καὶ διασῶσαι θελήσαντος, καὶ οὐχὶ τῶν κεκλημένων τὸ ῥᾴθυμον ἐξετάζεται. Προσεπάγει δὲ ἀναγκαίως ὡς Ὅτι Κύριος ἐλάλησε, ἴνα μή τις οἴηται ψευδηγορεῖν αὐτὸν, ἢ καὶ ἀπὸ καρδίας, ἢ καὶ τὸ δοκοῦν ἐρεύγεσθαι τυχόν. Ἀλλ' ὅτι τὸ τῷ Θεῷ δόξαν, καὶ τὸ πάντη τε καὶ πάντως ἐσόμενον προμεμήνυκε. Φωνὴ λέγοντος· Βόησον. Καὶ εἶπα· Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ ῥῆμα του Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ὅτι μὴ ἑτέρως ἔξεστιν ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ τοὺς ἀληθῶς ἐρῶντας αὐτοῦ, καὶ τυχεῖν αὐτοῦ γλιχομένους, πλὴν ὅτι μόνου τοῦ ἑλέσθαι φρονεῖν τε,