Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.808
Not analysed yet
διαδείκνυσι. Χεῖρα γὰρ ὥσπερ προτείνειν αὐτοὺς προστέταχε, καὶ δακτύλῳ φανεροῦν τὸν προηγγελμένον. Ὅτι δὲ οὐ καθ' ἕνα τῶν ἁγίων προφήτων οὔτε μὴν ἐν μέτροις ἔσται τοῖς ἱκέταις, ἀλλ' ἐν ἐξουσίᾳ δεσποτικῇ, καὶ ἐν δυνάμει τε καὶ κυριότητι τῇ θεοπρεπεστάτῃ, διεσάφησεν εἰπὼν, «Μετὰ ἰσχύος ἔρχεται, καὶ βραχίων μετὰ κυρείας.» Οἱ μὲν γὰρ θεσπέσιοι προφῆται γενέσθαι τινὰ παρὰ Θεοῦ, καὶ μὴν καὶ ὑπάρξαι τοῖς ὑπὸ χεῖρα λαοῖς παρεκάλουν. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, οὐ προσευχὴν ἀνατείνων, οὔτε μὴν ἐξ αἰτήσεώς τι δεχόμενος, καὶ διδοὺς, ἀλλ' ὡς Υἱὸς ἀληθῶς, τὰ ἐκ Πατρὸς ἀγαθὰ μετὰ τῆς ἐλευθέρῳ πρεπούσης ἀξίας διανενέμηκε τοῖς πιστεύσασιν εἰς αὐτὸν, εἰργάζετο δὲ πάντα δυνάμει τε ἰδίᾳ χρώμενος, καὶ μέντοι καὶ ἐξουσίᾳ. Ὅτι δὲ τῆς οἰκονομίας τὸ μυστήριον οὐκ ἄκαρπον ἔσται τῷ καθ' ἡμᾶς γενομένῳ, καὶ σταυρὸν ὑπομείναντι, καὶ τὸν ἐν αὐτῷ θάνατον, διαδείκνυσι λέγων· «Ἰδοὺ ὁ μισθὸς μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ,» καὶ μισθὸν ὀνομάζει τὸν ἐκ τοῦ κατὰ σάρκα τεθνάναι καρπόν. Ἔφη γὰρ, ὅτι «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φύει.» Καὶ πάλιν· «Ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ὡς γὰρ ὁ Παῦλός φησιν· «Ὑπέμεινε σταυρὸν αἰσχυνῆς καταφρονήσας. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός·» τοῦτο καὶ ὁ θεσπέσιος Δαβὶδ προεγνωκὼς ἐν πνεύματι ψάλλει καί φησι πρὸς αὐτόν· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» Οὐκοῦν οὐκ ἄμισθος οὐδὲ ἄκαρπος ἡ οἰκονομία. Ἠκολούθησε δὲ καὶ γέγονεν ὥσπερ ἐν ὀφθαλμοῖς αὐτοῦ ποιμαίνοντος τὰ ἑαυτοῦ ποίμνια, καὶ τῷ βραχίονι αὐτοῦ, τοῦτ' ἔστι, τῇ ἰσχύϊ συλλέγοντος ἄρνας. Οἱ γὰρ πιστεύσαντες εἰς αὐτὸν ὡς ἀρτιγενῆ, καὶ νεογνὰ πρόβατα πρὸς καινότητα ζωῆς ἀνεκτίσθησαν, λαχόντα δηλονότι τὴν ἄνωθεν, καὶ διὰ τοῦ Πνεύματος ἀναγέννησιν. Τοιγάρτοι τὸ λογικὸν ἐπιποθοῦσι γάλα τρεφόμενα μὲν νηπιοπρεπῶς ἐν ἀρχαῖς, ἀναβαίνοντα δὲ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Οὐκοῦν ἐποιμάνθησαν μὲν οἱ ἄρνες, παρακέκληνται δὲ καὶ κυοφοροῦσαί τινες, ἤτοι ἐν γαστρὶ ἔχουσαι. Ἄρνες μὲν γὰρ ὥσπερ ἀρτιφανεῖς, καὶ ἀρτιτόκοι νοοῖντ' ἂν εἰκότως οἱ ἐξ ἐθνῶν. Ἐχούσας γε μὴν ἐν γαστρὶ φαίη τις ἂν τοὺς ἤδη τὸν ἐπ' αὐτῷ λόγον ὠδίνοντας, ὡς ἀπό γε τῶν νομικῶν διδαγμάτων, προφητικῶν κηρυγμάτων. Σέσωκε γὰρ ὁ Χριστὸς, οὐχὶ δὴ μόνους τοὺς ἐξ ἐθνῶν, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, πρὸς οὓς δὴ μάλιστα, καὶ ἀπεστάλθαι φησὶν, οἳ καὶ παρακέκληνται βεβαιοῦντες τῇ πίστει τὴν προσδραμοῦσαν ἐν αὐτοῖς τοῦ μυστηρίου γνῶσιν ἀκριβῆ. Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρα-