Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.809
Not analysed yet
νὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν; Ἢ πρὸς τίνα συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; Διὰ τῶν ἀνεφίκτων τε καὶ ἀμηχάνων ἅπασιν ἀνθρώποις, μᾶλλον δὲ τάχα που, καὶ ταῖς ἄνω, καὶ ἐν οὐρανῷ δυνάμεσι πειρᾶται δεικνύειν τῆς ἐν Θεῷ σοφίας τὸ ὑπερτενές τε καὶ ἀκατάληπτον. Τεθαύμασται γὰρ τὸ μυστήριον τοῦ Χριστοῦ, καὶ ἐν ἀποῤῥήτοις ὁρᾶται λόγοις τῆς οἰκονομίας ὁ λόγος. Καί μοι δοκεῖ ταῖς τοῦ Παύλου φωναῖς ἐπὶ καιροῦ κεχρημένον εἰπεῖν· «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ. ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Ἢ οὐκ ἀδελφὰ τοῖς προκειμένοις ταυτὶ, φαίη τις ἂν καὶ μάλα εἰκότως; Βαθὺ γὰρ βάθος, καὶ ἀκατάληπτον τὸ ἐν τοῖς θείοις σκέμμασι διαφαίνεται. Καὶ ὥσπερ ἐστὶν ἀνεπιτήδευτον παντελῶς καὶ ἀμήχανον ἀνθρωπείᾳ χειρὶ σύμπαν μετρεῖσθαι τὸ ὕδωρ, καὶ σπιθαμῇ τὸν οὐρανὸν, καὶ ἅπασαν δὲ τὴν γῆν δρακὶ, καὶ σταθμῷ, καὶ ζυγῷ τὴν τῶν ὀρῶν ὁλκὴν ὅση τίς ἐστι γενέσθαι καταφανῆ, κατὰ τὸν ἴσον τουτονὶ τρόπον, οὐκ ἄν τις καταλάβῃ τὸν νοῦν Κυρίου. Καὶ πιστώσεται λέγων αὐτὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Οὐ γάρ εἰσιν αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν, ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.» Ποίου γὰρ, φησὶν, ἐδεήθην ποτὲ τοῦ συμβουλεύοντος ἢ συμβιβάζοντος, ἢ δεικνύοντος αὐτῷ κρίσιν, τοῦτ' ἔστιν, τὴν δικαιοσύνην, ἤτοι δικαιοκρισίαν, ἢ συνέσεως ὁδόν. Εἰ γὰρ αὐτόχρημα σοφία τυγχάνει, καὶ αὐτὸς σοφοῖ πάντα νοῦν, καὶ φωτός ἐστι τοῦ κατὰ σύνεσιν τῇ λογικῇ κτίσει χορηγός· πῶς ἂν ἑτέρου δέοιτ' ἂν, ἢ κατὰ τίνα τρόπον ὅπερ ἂν βουλεύσαιτο, διαμωμήσαιτ' ἄν τις; Ὅτι δὲ ἐντεῦθεν ὄφελος μέγα τοῖς ἀκροωμένοις ὁ προφήτης ἐνεργάζεται. Ἤδη γάρ τινες τῶν ἀπίστων ἔτι κατατολμῶσι λέγειν· Τί γὰρ ἔδει καθ' ἡμᾶς γενέσθαι τὸν τοῦ Θεοῦ Λόγον, καὶ σαρκὸς ἀνέχεσθαι, καὶ ῥύπον τὸν ἐξ αὐτῆς, διασῶσαι θελήσαντα τοὺς ἐπὶ γῆς, καίτοι κατανεῦσαί φησι χαλεπὸν οὐδὲν ὡς Θεὸς κατορθῶσαί τε τὸ δοκοῦν. Εἶτα πῶς οὐκ εἰκῆ γέγονεν ἄνθρωπος; Καὶ δι' ἐκτόπων ἐννοιῶν περιστάντες ἀνοσίως εἰς τὸ ἀκαλλὲς τὴν οἰκονομίαν, τῇ τοῦ μυστηρίου μάχονται δόξῃ. Ἀνακόπτει τοίνυν αὐτῶν τὰς ἀσυνέτους κενοβουλίας ὁ προφήτης ἐν τούτοις· καὶ ἀκατάληπτον εἶναί φησι τὴν ἐν Θεῷ σοφίαν, καὶ τὸν ἐν αὐτῷ νοῦν, εἰ καὶ ἔστιν αὐτόχρημα σοφία καὶ νοῦς ὁ ὑπερτάτω τε καὶ ἀκραιφνέστατος, ἵνα λοιπὸν καὶ ἀπαράδεκτος ἦν, μᾶλλον δ' ἂν γελῷτο δικαίως τῶν ἀπίστων ὁ λόγος, ἐπιτιμᾷν, οὐκ οἶδ' ὅπως, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς οὐκ εὖ γενομένῃ τετολμηκότων. Δοκεῖ δέ τισι· Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ,