Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.812
Not analysed yet
καὶ τὰ ἑξῆς, ἐφαρμόττειν τῷ πάντων κρατοῦντι Θεῷ, ὡς δυναμένῳ καὶ ὕδωρ ἐκμετρεῖν, οὐρανόν τε καὶ γῆν, ὄρη τε καὶ νάπας, καὶ πάντων ἁπαξαπλῶς ἔχοντι γνῶσιν, καὶ τῶν ἀνεφίκτων, καταδραττομένῳ τε παντὸς τοῦ γεγονότος, καὶ ὡς οὐδὲν ἔχοντι τὰ ἐν μεγέθει τε καὶ ὄγκῳ τοσούτῳ τῶν κτισμάτων καὶ τὰ ἐν ἀμετρήτῳ πληθύϊ νοούμενα. Τό γε δὴ χρῆναι νοεῖν οὕτως εἴ γέ τις ἕλοιτο, τυχὸν ἀδικήσειεν ἂν οὐδέν. ΤΟΜΟΣ Εʹ. Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσεται; Ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ ὡς οὐδὲν ἐλογίσθησαν. Τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκ λέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὐτοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται. Οὐ γνώσεσθε; οὐκ ἀκούετε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ὁ προφητικὸς ἡμῖν διαμνημονεύσας λόγος, καὶ ἀποχρώντως καταθαυμάσας τὴν ἀπόῤῥητον σοφίαν, δι' ἧς καὶ σεσώσμεθα, καὶ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην ἐπεγνωκότες, τῆς παρ' αὐτοῦ χάριτος ἠξιώμεθα, συναγηγερμένοι μὲν ὡς ἄρνες τῷ βραχίονι αὐτοῦ, γεγονότες δὲ καὶ ὑπ' αὐτῷ καθάπερ ὑπὸ ποιμένι τῷ λίαν ἀγαθῷ· τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων. Καὶ μὴν καὶ ἀνέφικτον ἀποφήνας τοῦ δύνασθαι κατιδεῖν, ἤγουν ἀναμετρῆσαι τυχὸν τὸν νοῦν, σοφίαν τε τὴν ἀνωτάτω καὶ πάντων ἐπέκεινα διωμολογηκὼς αὐτὸν, εἰσκεκόμικεν ἀναγκαίως τὸν πρός γε τοὺς ἐξ ἐθνῶν, ἤγουν ἔτι προσκυνοῦντας τῇ κτίσει παρὰ τὸν κτίσαντα, ποιούμενον λόγους, καὶ ἀποκομίζοντα μὲν τῆς ἀρχαίας, καὶ προγονικῆς, καὶ πατροπαραδότου πλάνης, μεθιστάντα δὲ πρὸς τὰ βελτίω καὶ πρὸς γνῶσιν ἀνακομίζοντα τὴν ἀνθρωποπρεπῆ. Καταδείκνυσι τοίνυν τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀμέτρητον ὑπεροχὴν, καὶ τῆς ἐνούσης αὐτῷ μεγαλοπρεπείας τὸ ὑπερφερὲς ἀξίωμα, καὶ ὅτι πάντα αὐτῷ σμικρὰ, καὶ ἐν ἴσῳ τοῦ μηδενὸς καταλογισθεῖεν ἂν ὡς πρός γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης τὸ ὑπερτενές. Ταύτῃτοί φησιν· Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται. Μικρὰ δὲ ταυτὶ καὶ τοῦ μηδενὸς ἄξια παντελῶς. Τί γὰρ μία καταφερομένη σταγὼν ἀπὸ κάδδου; Τί δ' ἂν εἴη καὶ ζυγοῦ ῥοπὴ, πρὸς ἰσότητα φέρουσα τὸ ἡττῆσθαι δοκοῦν; Τί δὲ καὶ σίελος, τοῦτ' ἔστι, πτύσμα τὸ ἀνθρώπινον; Ἀλλ' οὐδὲν ἀρκέσειεν αὐτῷ, φησὶν, ὁ Λίβανος εἰς καῦσιν, ἢ εἰς ὁλοκάρπωσιν πάντα τὰ τετράποδα. Εὐκαταφρόνητα δὲ τὰ τοιάδε παντελῶς· κἂν εἰ πάντα προσκομίζοιτο πρὸς ὁλοκάρπωσιν αὐτῷ,