Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.816
Not analysed yet
Ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρενός. Ἔνεστι γὰρ δὴ τοῖς σοφοῖς τὸ κατιδεῖν δύνασθαι, καὶ μάλα ῥᾳδίως, τίς δὴ ἄρα, καὶ πόσος ἐστὶν ὁ τοῦδε τοῦ παντὸς ποιητὴς καὶ τεχνίτης, ὡς ἀπό γε τῆς ὑπεροχῆς καὶ τῆς ἀῤῥήτου καὶ θεοπρεποῦς οἰκονομίας, καθ' ἣν ἡ κτίσις οὐκ οὖσα γέγονε, καὶ γενομένη σώζεται, τῇ τοῦ πεποιηκότος ἰσχύϊ πρὸς τὸ εὖ εἶναι καὶ συνεστάναι συνεχομένη. Τίνι γὰρ ἂν ὁμοιωθείη; φησὶν ὁ Κύριος. Πῶς δὲ οὐχ ὑπὲρ πάντα νοῦν ὁ μόνος τῇ χειρὶ δραττόμενος ἁπάσης τῆς γῆς, καὶ συνέχων αὐτὴν πρὸς τὸ ἐρηρεῖσθαι καλῶς, καὶ οἷά τινα καμάραν ἐπανορθώσας αὐτῇ τὸν οὐρανὸν, καὶ ἐν τρόπῳ σκηνῆς διατείνας, ὥστε κατοικεῖν ἐν αὐτῇ τοὺς δι' οὓς δηλονότι καὶ γέγονεν; Ὡς γὰρ αὐτός πού φησιν ὁ προφήτης· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἆρ' οὖν πολὺ πρὸς Θεὸν, φησὶ, καίτοι ἀμέτρητος οὖσα τῶν ἐν γῇ κατοικούντων ἡ πληθύς; οὐδαμῶς. Ὡς γάρ τοι πρὸς τὴν τοῦ Θεοῦ μεγαλειότητα καὶ ὑπεροχὴν εἶεν ἂν ὡς ἀκρίδες. Ἢ καὶ καθ' ἕτερον τρόπον. Κατέχει γὰρ τὸν γύρον τῆς γῆς, τοῦτ' ἔστιν, ἅπαντα τὸν κύκλον αὐτῆς, καὶ οὐδὲν πρὸς αὐτὸν οἱ κατοικοῦντες αὐτὴν, καίτοι δίκην ἀκρίδων ἀγεληδὸν ἐν αὐτῇ καταβοσκόμενοι, καὶ ἀριθμοῦ παντὸς ἰόντες ἐπέκεινα. Θαυμαστὸν δὲ καὶ τοῦτο, καὶ μέγα πρὸς εὐφημίαν τοῦ πάντα ἰσχύοντος Θεοῦ. Ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. Οὐ γὰρ μὴ σπείρωσιν, οὐδ' οὐ μὴ φυτεύσωσιν, οὐδ' οὐ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. Ἔπνευσεν ἐπ' αὐτοὺς ἄνεμος, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα ἀναλήψεται αὐτούς. Ἔθος τοῖς πεπλανημένοις, καὶ οὐκ εἰδόσι Θεὸν τὸν φύσει καὶ ἀληθῶς, οὐχὶ δὴ μόναις ταῖς τῶν δαιμόνων ἀγέλαις προσκυνεῖν, καὶ τῷ ξύλῳ λέγειν· Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με, ἀλλὰ γὰρ καὶ ἀνθρώπους ἐπισήμους γεγονότας ἐπὶ τῆς γῆς ἀβουλότατα θεοποιεῖν. Καὶ γοῦν ὁ Σεναχηρεὶμ ὑπονοστήσας ἐκ τῆς Ἰουδαίας εἰς τὴν ἑαυτοῦ, προσκυνεῖν ἐλέγετο τὸν πάτραρχον αὐτοῦ. Προσεκόμιζον γὰρ καὶ τοῖς τεθνεῶσι θυσίας, ἥρωάς τε καλοῦντες αὐτοὺς ἀπεγράφοντο θεούς. Ἔδει τοίνυν διαβεβλημένης ἐναργῶς τῆς τῶν εἰδώλων πληθύος, καὶ ἐπ' αὐτὸν δὴ τοῦτον χωρῆσαι τὸν λόγον, ἀναπεῖσαι τοὺς πεπλανημένους οὐδὲν παντελῶς ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἀλλὰ γὰρ κἂν εἴ τινες τῶν ἐπὶ τῆς γῆς λαμπροί τε καὶ ἀξιάγαστοι γεγόνασι κατὰ καιροὺς, ἢ θώκοις ἐμπρέποντες τοῖς ἀνωτάτω, καὶ βασιλικοῖς, ἤγουν ἑτέρας ὑπεροχῆς ἠξιωμένοι κατὰ καιροὺς, κατὰ μηδένα τρόπον οἴεσθαι θεοὺς ὑπάρχειν αὐτοὺς, ἐννοεῖν δὲ μᾶλλον ὅτι, καὶ τὸ δύνασθαι, καὶ τὸ ἄρχειν τισὶν εἴη ἂν οὐκ ἑτέρωθεν πλὴν ὅτι παρὰ Θεοῦ δοτόν. Καὶ ὅτι τὸ χρῆμα δυσχερείας ἁπάσης ἀπηλλαγμένον ἐστὶ παρά γε τῷ πάντα ἰσχύοντι Θεῷ, διαδείκνυσιν ἐναργῶς, οὐδὲν τοὺς ἄρχοντας εἰς τὸ ἄρχειν δίδοσθαι λέ-